Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λεύσσω, Προμηθεῦ: φοβερὰ[*](φοβερὰ] δνοφερὰ Hirschig) δ᾽ ἐμοῖσιν ὄσσοις
  2. ὁμίχλα προσῇξε πλήρης
  3. δακρύων σὸν δέμας εἰσιδοῦσαν[*](εἰσιδοῦσαν Hermann: εἰσίδουσα M: εἰσιδοῦσιν recc. aliquot)
  4. πέτραις προσαυαινόμενον
  5. ταῖσδ᾽[*](ταῖσδ᾽ Victorius: ταῖς codd. ἀδαμαντοδέτοισι Turnebus: ἀδαμαντοδέτοις M recc.) ἀδαμαντοδέτοισι λύμαις:
  6. νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου:
  7. νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως[*](ἀθέτως ex Hesych. Bentley: ἀθέσμως codd.) κρατύνει,
  8. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθεύς
  1. εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽[*](θ᾽ Turnebus, Ἅιδου Blomfield: τ᾽ ἀίδου codd.) Ἅιδου