Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αἰαῖ αἰαῖ,[*](αἲ ter M)
  2. τῆς πολυτέκνου Τηθύος ἔκγονα,
  3. τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
  4. χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
  5. πατρὸς Ὠκεανοῦ,
  6. δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ,
  7. προσπορπατὸς[*](προσπορπατὸς adscripsit m1: πρὸς πατρὸς M) τῆσδε φάραγγος
  8. σκοπέλοις ἐν ἄκροις
  9. φρουρὰν ἄζηλον ὀχήσω.