Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,
  2. οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης
  3. νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται,
  4. αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων
  5. ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων
  6. θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,