Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν,
  2. ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης.
  3. Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων
  4. Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι,
  5. παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ
  6. αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,