Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Καὶ ἐντεῦθεν ὁ ἔπαινος ὁ περὶ τῆς πόλεως, ἐὰν θέλῃς· περὶ γένους αὐτῆς, περὶ δυνάμεως τῆς ἐν ταῖς προσόδοις, περὶ παιδείας τῶν ἐνοικούντων, περὶ χώρας τῆς ὑποτελοῦς, ἀφ’ ἧς ἡ πρόσοδος· εἰ μὲν πολλὴ εἴη, εἰς ἰσχὺν τῆς πόλεως ἀναφέροντα· εἰ δὲ ὀλίγη, ὅτι ἀρκεῖται καὶ ταύτῃ. ἔτι οὗπερ ἂν ᾖ κτίστου, ἀναγκαῖον εἰπεῖν, ἐάν τε θεὸς ἐάν τε ἥρως ἦ, εἴτ’ οὖν τῶν

ἀρχαίων τις εἴτ’ οὖν τῶν ἔναγχος γεγενημένων βασιλέων. οἷον κἂν μύθους τινὰς ἔχωμεν προσόντας τῇ πόλει, μηδὲ τούτους παραλιπεῖν. μετὰ ταῦτα περὶ μεγέθους τῆς πόλεως, περὶ κάλλους, περὶ θέσεως, εἴτε ἠπειρωτικὴ εἴη, εἴτε ἐπιθαλαττίδιος ἢ νησιῶτις. κἂν εἰ τινας τιμὰς ἔχοιμεν παρὰ βασιλέων, μηδὲ ταύτας παραλιπεῖν, κἂν εἰ πράξεις τινὰς προγεγενημένας ἢ παλαιὰς ἢ νέας, ἢ εἰ | τιμὰς προὑπαρξάσας παρ’ ἡμῶν πρὸς τοὺς ἄρχοντας τοὺς προγεγενημένους.

Ἐν ἅπασι δὲ τούτοις μεμίχθω ἡ προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως· δεῖν γὰρ τοὺς ἀγαθοὺς ἄρχοντας ταῖς τοιαύταις πόλεσιν τὰς παρ’ ἑαυτῶν εὐνοίας προσνέμειν. ἐπὶ δὲ τῷ τέλει εὐχῇ χρησόμεθα ὑπὲρ τοῦ βασιλέως καὶ ὑπὲρ αὐτοῦ τοῦ ἄρχοντος. καὶ ὑπὲρ ἡμῶν δὲ αὐτῶν πάλιν μνησθησόμεθα, εἰ μὲν τῶν ἀρχομένων εἴημεν, ὅτι ἀπὸ τοῦ τοιούτου ἡμεῖς τιμῆς καὶ δόξης τευξόμεθα· εἰ δὲ τῶν ἤδη προευδοκιμηκότων καὶ προειρηκότων, ἀνεπαχθῶς περὶ αὑτῶν εἰπόντες εἰς τοῦτο καταλύσομεν τὸν λόγον, ὡς ἐλπίδος τι καὶ αὐτοὶ ἔχοντες τοῦ μὴ φυλαχθήσεσθαι μόνον ἐπὶ τούτων τὴν δόξαν ἑαυτοῖς, ἀλλὰ καὶ πολλῷ ἀμείνω πρὸς τὸ λοιπὸν ἔσεσθαι.

Ἀπαγγελία δὲ πρέποι ἂν μάλιστα μεμιγμένη τῷ τοιούτῳ λόγῳ, ἐνιαχοῦ μὲν συνεστραμμένη, ἐνιαχοῦ δὲ διηρμένη, ἐν τοῖς μύθοις ἀφελεστέρα. τὸ δὲ σαφὲς

τῆς ἑρμηνείας δι’ ὅλου τοῦ λόγου μάλιστα ἐν σπουδῇ ἔστω | τῷ λέγοντι. [Καθόλου ὁ περὶ τῶν πανηγυρικῶν λόγος ὧδέ πως περαίνοιτο ἄν.]

Οὐ μὲν δὴ οὐδὲ τούτων ἀπείρως ἔχειν τόν γε δὴ ὁδῷ τινι καὶ ἐπιστήμῃ μετιόντα λόγους χρή. ἀπευκτὰ μὲν γὰρ τὰ τοιαῦτα, ἀναγκαῖα δὲ ἀνθρώποις γε οὖσι καὶ παρελθοῦσιν εἰς τὸν ἀνθρώπινον βίον. ἀνθρώπῳ γὰρ γενομένῳ κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, ὅτι μὴ κατθανεῖν γενομένῳ, καὶ ζῶντι εἶναι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν. ἐπειδὴ τοίνυν ἀμφὶ ταφὴν δύο λόγοι μεμηχάνηνται, ὃ μὲν κοινὸς πρὸς πόλιν ἅπασαν καὶ δῆμον [ὁ μὲν] τοῖς ἐν πο|λέμῳ πεσοῦσιν, ἰδίᾳ δὲ καὶ καθ’ ἕκαστον ἅτερος αὐτοῖν, οἷα δὴ τὰ πολλὰ ἐν εἰρήνῃ συμπίπτειν ἀνάγκη, ἐν διαφόροις ἡλικίαις ἑκάστῳ τῆς τελευτῆς

συμπεσούσης· ὄνομά γε μὴν ἀμφοῖν ἓν καὶ τὸ αὐτό, ἐπιτάφιος οὕτως ὀνομαζόμενος· παραδείγματα δὲ αὐτῶν ἔστί που καὶ παρὰ τοῖς ἀρχαίοις, τοῦ μὲν κοινοῦ καὶ πολιτικοῦ παρά γε τῷ τοῦ Ὀλόρου καὶ παρὰ τῷ τοῦ Ἀρίστωνος, Λυσίας τε καὶ Ὑπερείδης καὶ ὁ Παιανιεὺς καὶ ὁ τοῦ Ἰσοκράτους ἑταῖρος Ναυκράτης πολλὰς ἡμῖν τοιαύτας ἰδέας παρέσχοντο. οὐκ ἀπορήσομεν δὲ οὐδὲ τῶν πρὸς ἕκαστον· ἐπεί τοι καὶ τὰ ποιήματα μεστὰ τούτων, οἱ ἐπικήδειοι οὕτως ὀνομαζόμενοι θρῆνοί τε· ὡς αὕτως πλοῦτος πολὺς τῶν καταλογάδην ἐστὶ τοιούτων λόγων ἔν τε τοῖς πάλαι καὶ τοῖς ὀλίγον τι πρὸ ἡμῶν γενομένοις· 〈οὐ〉 λήξομεν δὲ οὐδὲ νῦν, ἔστ’ ἂν γένος ἀνθρώπων καὶ τὸ χρεὼν ἐπικρατοῦν ᾖ. μέτιμεν οὖν αὐτοῖν ἑκάτερον τὸν τρόπον τοῦτον.

Συνελόντι μὲν οὖν ὁ ἐπιτάφιος ἔπαινός ἐστι τῶν κατοιχομένων. εἰ δὲ τοῦτο, δῆλόν που, ὡς καὶ ἀπὸ τῶν αὐτῶν ὀπῶν ληπτέον, ἀφ’ ὧν περ καὶ τὰ ἐγκώμια· πατρίδος, γένους, φύσεως, ἀγωγῆς, πράξεως. ἄχρι μὲν οὖν τινὸς τὴν αὐτὴν ἰτέον, οἷον περὶ πατρίδος λέγοντα, ὅτι μεγάλη καὶ ἔνδοξος καὶ ἀρχαία, καὶ εἰ τύχοι αὐτὴ πρώτη παρελθοῦσα εἰς ἀνθρώπους, οἷα καὶ Πλάτων περὶ τῆς Ἀττικῆς διέξεισιν· εἰ δὲ μικρά, ὅτι διὰ τούτους ἤδῃ καὶ τὴν ἀρετὴν τὴν τούτων καὶ δόξαν ἔνδοξος καὶ αὐτὴ ἐγένετο, οἷον ἡ Σαλαμὶς διὰ τὸν Αἴαντα ἢ τὴν ἀρετὴν τῶν ναυμαχησάντων, καὶ ἡ Αἴγινα

διὰ τὸν Αἰακόν. ἢ εἴ τι βέλτιον περὶ αὐτῆς ἔχοιμεν λέγειν εἰρημένον, ὥςπερ θείαν τὴν Σαλαμῖνα εἶπεν ὁ Πύθιος· ὅτι ἐκ θεοῦ ἐκτίσθη, ὥσπερ Ἰωνία, Βυζάντιον ἢ εἰ δή τις ἑτέρα πόλις |. καὶ ἐπὶ μὲν τῶν ἐν πολέμοις πεσόντων κἂν ἐπιδαψιλεύσαιτό τις ἐν τούτοις. ἐπὶ δὲ τῶν καθ’ ἕκαστον οὐ πάνυ τι ἀναγκαῖος ὁ πολὺς περὶ τῆς πατρίδος λόγος· ἰτέον οὖν ἐπὶ τοὺς προγόνους, εἰ οἱ πρόγονοι μὴ ἐπήλυδες, ἀλλ’ αὐτόχθονες· καὶ εἰ ἐπήλυδες, ἀλλὰ κρίσει τὴν ἀρίστην γῆν λαβόντες, οὐ τύχῃ· καὶ ὅτι ἢ ἐκ τοῦ Δωρικοῦ γένους, ὅ περ ἀνδρειότατον· ἢ ἐκ τοῦ Ἰωνικοῦ, ὅ περ σοφώτατον, καὶ ὅτι ‛Ἑλληνες. εἰ δὲ ἐπὶ τινὸς εὐκλείας λόγος γίγνοιτο, ὅτι πατρὸς ἀγαθοῦ καὶ προγόνων, καὶ ἐν βραχεῖ περὶ αὐτῶν εἰπεῖν τὸν ἔπαινον, ὁποῖοι δημοσίᾳ, ὁποῖοι ἰδίᾳ, ὁποῖοι ἐν λόγοις, ὁποῖοι ἐν βίῳ, καὶ εἴ τι ἐν ἔργοις ἢ ἐν πράξεσιν· ἢ εἴ τινα τοιαῦτα ἡ ποιότης τοῦ προσώπου παρέχοι ἐκ τῆς φύσεως, ὅτι εὐφυὴς εἰς πάντα, κοινὸς δὲ ὁ τοιοῦτος.

Ἐν δὲ τῇ ἀγωγῇ γενόμενοι ἐπὶ μὲν τῶν κοινῶν | τὴν πολιτείαν ληψόμεθα, ὅτι ἢ δημοκρατία ἢ ἀριστοκρατία· ἐν δὲ τοῖς ἰδίοις τὴν ἀνατροφὴν καὶ τὴν παιδείαν καὶ τὰ ἐπιτηδεύματα. ἐν δὲ ταῖς [κοιναῖς] πράξεσιν ὁ μὲν κοινὸς ἕξει τὰ κατὰ πολέμους ἔργα καὶ

ὅπως ἐτελεύτησαν, ὥςπερ ἀμέλει καὶ Πλάτωνί γε καὶ Θουκυδίδῃ καὶ τοῖς ἄλλοις εἴρηται. ὁπόταν δὲ περὶ ἑνός τινος λέγωμεν, περὶ τῆς ἀρετῆς ποιησόμεθα τὸν λόγον, οἷον περὶ ἀνδρείας, περὶ δικαιοσύνης, περὶ σοφίας· ὁποῖος περὶ τὴν πόλιν ἐν τούτοις, ὁποῖος ἰδίᾳ περὶ ἕκαστα· ὁποῖος περὶ φίλους, ὁποῖος περὶ ἐχθρούς· καὶ ἔτι προστεθήτω, οἷος περὶ γονέας, οἷος ἐν ἀρχαῖς, εἴ τινα ἦρξεν.

Μετὰ ταῦτα δὲ ἐν μὲν τοῖς κοινοῖς ἐπὶ τὸ προτρεπτικὸν μεταβησόμεθα, προτρέποντες ἐπὶ τὰ ὅμοια τοὺς ὑπολειπομένους. καὶ πολὺς ὁ τόπος οὗτος. εἶτα οὕτως ἐπὶ τὸ παραμυθητικὸν τῶν πατέρων, ὅσοι τε ἔτι | παιδοποιεῖσθαι ἱκανοί, ὅσοι τε ἔξω τῆς ὥρας ταύτης· καὶ εἴρηται ταῦτα καὶ παρὰ τῷ Θουκυδίδῃ. ἐν δὲ τοῖς ἰδίοις τὸ μὲν προτρεπτικὸν ἐνίοτε μὲν οὐδὲ ὅλως παραλαμβάνομεν διὰ τὸ τάχα ἂν εἰ τύχοι παῖδας εἶναι τοὺς κατοιχομένους· ἐνίοτε δὲ ἐπὶ βραχύ, πλὴν ἐπὶ τοῖς πάνυ ἐνδόξοις. ἐνταῦθα γὰρ οὐδὲν κωλύει καὶ ἐπὶ πλεῖον χρῆσθαι τῷ εἴδει, οἷον 〈εἰ〉 ἐπὶ ἄρχοντός τινος καὶ τοιούτου προσώπου ὁ ἐπιτάφιος γίνοιτο, ἀναγκαῖον παρακελεύεσθαι μιμεῖσθαι τοῖς παισὶν τοὺς ἑαυτῶν τοκέας, καὶ ἐπὶ τὰ ὅμοια σπεύλοὺς

δεῖν. ἀναγκαιότερος δὲ ὁ παραμυθητικὸς παραμυθουμένων ἡμῶν τοὺς προσήκοντας. δεῖ δὲ εἰδέναι καὶ τὴν μέθοδον τοῦ παραμυθητικοῦ· οὐ γὰρ θρηνεῖν οὐδὲ ἀπολοφύρεσθαι τοὺς ἀποθανόντας· οὐ γὰρ ἂν παραμυθοίμεθα τοὺς ὑπολειπομένους, ἀλλὰ μεῖζον τὸ πένθος παρασκευάζοιμεν· καὶ οὐ δόξει εἶναι τῶν κατοιχομένων ἔπαινος, ἀλλὰ ὀλοφυρμὸς ὡς τὰ δεινότατα παθόντων. πειρᾶσθαι δὲ ἐν τῷ παραμυθεῖσθαι καὶ | ἐνδιδόναι τοῦ πάθους τοῖς ὑπολειπομένοις, καὶ μὴ ἀντιτείνειν εὐθύς· ῥᾷον γὰρ ἐπαξόμεθα· ἅμα δὲ καὶ ἔπαινον ἕξει ὁ λόγος, εἰ λέγοιμεν, ὅτι οὐ ῥᾴδιον ἐπὶ τοῖς τοιούτοις ῥᾷον φέρειν. ἐπειδὴ δὲ οἱ ἐν πολέμῳ τελευτήσαντες ὅμοιοι ταῖς ἡλικίαις, οὐδὲν ἀπὸ τούτων ἕξομεν εἰς παραμυθίαν ἐπιχειρεῖν, πλὴν ὅτι ἐνδόξως ἀπέθανον ὑπὲρ τῆς πατρίδος καὶ οὗτοι, καὶ ὅτι ταχὺς καὶ ἀναίσθητος ὁ τοιοῦτος θάνατος, καὶ ἐκτὸς βασάνων καὶ τῶν κακῶν τῶν ἐκ τῆς νόσου· ὅτι δημοσίας ταφῆς ἔλαχον (ζηλωτὸν δὲ τοῦτο καὶ τοῖς μετὰ ταῦτα) καὶ ἀθάνατος αὐτῶν ἡ δόξα. .

Ἐπὶ δὲ τοῖς καθ’ ἕκαστον καὶ ἀπὸ τῶν ἡλικιῶν πολλὰς ἀφορμὰς παρέξει ὁ λόγος εἰς παραμυθίαν· εἰ μέν τις ἄφνω τελευτήσειεν καὶ ἀλύπως, ὅτι μακαρίως αὐτῷ ἡ τελευτὴ συνηνέχθη· εἰ δέ τις νόσῳ καὶ πολὺν χρόνον νοσήσας, ὅτι γενναίως ἐνεκαρτέρησεν τῇ νόσῳ·

ἢ εἴ τις ἐν πολέμῳ, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος· ἢ εἴ τις ἐν πρεσβείᾳ, ὅτι ὑπὲρ τῆς πόλεως· κἂν εἰ ἐν ἀποδημίᾳ, ὅτι οὐδὲν διενήνοχεν· μία γὰρ καὶ ἡ αὐτὴ οἶμος κατὰ τὸν Αἰσχύλον εἰς Ἁιδου φέρουσα· εἰ δέ τις ἐν τῇ πατρίδι, ὅτι ἐν τῇ φιλτάτῃ καὶ τῇ γειναμένῃ καὶ τοῖς οἰκειοτάτοις πᾶσιν. ἀπὸ ἡλικίας· εἰ μὲν νέος ὣν τοῦτο πάθοι, ὅτι θεοφιλής· τοὺς γὰρ τοιούτους φιλοῦσιν οἱ θεοί· καὶ ὅτι καὶ τῶν παλαιῶν πολλοὺς ἀνήρπασαν, οἷον τὸν Γανυμήδην, τὸν Τιθωνόν, τὸν Ἀχιλλέα, μὴ βουλόμενοι αὐτοὺς ἐν τοῖς κακοῖς τοῖς ἐν τῇ γῇ καλινδεῖσθαι ἢ πολὺν χρόνον ἐγκατορωρύχθαι τὴν ψυχὴν ἐν τῷ σώματι ὥςπερ ἐν τάφῳ ἢ ἐν δεσμωτηρίῳ μηδὲ δουλεύειν δεσπόταις κακοῖς, ἀλλὰ ἐλευθεροῦν· καὶ μακάριοι φυγόντες τὰ ἀλγεινὰ τοῦ βίου καὶ τὰ πάθη τὰ συμπίπτοντα τοῖς ἀνθρώποις, μυρία ταῦτα ὄντα καὶ ἄπειρα, ὀφθαλμῶν πηρώσεις, ποδῶν, ἑτέρου τινὸς μέρους τοῦ σώματος, καὶ ὅτι τῷ ὄντι ἡ νόσος ἀλγεινοτάτη. εἰ δὲ μέσος τὴν ἡλικίαν, ὅτι ἐνακμάσας τῷ βίῳ καὶ νῷ δεῖγμα τῆς ἀρετῆς τῆς ἑαυτοῦ παρέσχεν· καὶ ὅτι ποθούμε|νος, οὐκ ἀηδὴς ἤδη διὰ τὸ γῆρας γενόμενος ἀπῆλθε τοῦ βίου, ἀλλ’ ἐν ἡλικίᾳ. εἰ δὲ δὴ ἐν γήρᾳ τις τελευτήσειεν, ὅτι εἰς πᾶσαν ἀπόλαυσιν τῶν ἐν τῷ βίῳ καλῶν συνετων μετρήθῇ
αὐτῷ ὁ χρόνος. ἐν τούτῳ παρατιθέναι ἀναγκαῖον, ὁπόσα ἐν πανηγύρεσιν τερπνά, ὅσα ἐν γάμοις, παιδοποιίαις, τιμαῖς 〈ταῖς〉 παρὰ τῆς πατρίδος· ταῦτα γὰρ ἡ πλείων περίοδος τοῦ χρόνου παρέχειν εἴωθεν· καὶ ὅτι λιπαρὸν γῆρας κατὰ τὸν Νέστορα ἐβίωσεν· ὅτι τούτου ἕνεκα ἐνδιέτριψεν, ἵνα παράδειγμα γένηται τοῖς ἄλλοις, καὶ μάλιστα εἰ ἔνδοξον εἴη τὸ πρόσωπον. ἐπὶ τέλει δὲ περὶ ψυχῆς ἀναγκαῖον εἰπεῖν, ὅτι ἀθάνατος, καὶ ὅτι τοὺς τοιούτους ἐν θεοῖς ὄντας ἄμεινον εἰκὸς ἀπολαβεῖν. ἀρχὰς δὲ ἐνίοτε αὐτὸ παρέξει τὸ πρόσωπον ἰδίας καὶ μὴ κοινάς· οἷον εἰ ἀπὸ λόγων εἴη, ὅτι ἀκόλουθον τοῖς λόγοις εὐφημεῖν αὐτόν· ἢ εἴπερ ἐπὶ ἑτέροις αὐτός τι τοιοῦτον εἰρηκὼς εἴη, ὅτι τὸν αὐτὸν ἔρανον καὶ τούτῳ ἀποδοτέον· ἢ ὅ τί ποτ’ ἂν ἡ ἰδιότης τοῦ προσώπου παρέχῃ. |

Ἡ δὲ ἀπαγγελία ποικίλη, ἐν μὲν τοῖς ἀγωνιστικοῖς συνεστραμμένη· ἐν δὲ τοῖς ἐνδόξοις καὶ μέγεθος ἔχουσιν, οἷον ὅσα περὶ ψυχῆς, διηρμένη καὶ μέγεθος ἔχουσα καὶ ἐγγὺς βαίνουσα τῆς τοῦ Πλάτωνος.

Ἀκόλουθος ἂν εἴη καί, ὡς 〈ἂν〉 εἴποι τις, συναφής, ὦ Ἐχέκρατες, καὶ ὁ ἐν ταύταις ταῖς πανηγύρεσι

λεγόμενος λόγος, οὐκ εἰς αὐτὴν μέντοι τὴν πανήγυριν, ἀλλ’ εἰς τοὺς ἀνταγωνιστὰς τοὺς ἐν τῇ πανηγύρει καὶ τοῖς ἀγωνισταῖς ἀθληταῖς δή που, ὁ προτρεπτικὸς οὕτως λεγόμενος.

Σκεπτέον οὖν πρῶτον εὐθύς, ὅς τίς ποτε ὁ λέγων (ὡς ἔγωγε οἶδα καὶ Ὀλυμπίασιν καὶ ἐπ’ ἐμοῦ τοῦτο γενόμενον καὶ Πυθοῖ καὶ ἄλλοθι πολλαχοῦ τισίν)· νῦν μὲν | γὰρ ἴσως πολίτης, νῦν δὲ καὶ αὐτῶν τῶν περὶ τὸν ἀγῶνά τις, ἐγὼ δὲ ἤδη καὶ τὸν ἀγωνοθέτην εἶδον ἀγωνιστὴν τούτου τοῦ λόγου γεγενημένον.

τὰς γὰρ ἀρχὰς ἴσως που καὶ ἐντεῦθέν τις οὐκ ἄπο καιροῦ ποιήσεται. εἰ μὲν πολίτης εἴη, ὅτι καὶ αὐτὸς πεισθεὶς τοῖς ἀγωνοθέταις καὶ τῷ τῆς πόλεως νόμῳ εἰς τὸν ἀγῶνα καθῆκεν ἑαυτὸν καὶ παρεβάλετο κινδύνῳ οὐχ ἧττον ὄντι ἐργὡδει· ἐκειῖνος μὲν γὰρ σώματος, ὅδε δὲ ψυχῆς. χαλεπώτεροι δὲ οἱ ἀγῶνες οἱ τῆς ψυχῆς ἢ〈οἱ〉 τοῦ σώματος. ἐπὶ μὲν γὰρ τῆς ἀγωνίας τῶν σωμάτων καὶ φανερὰ ἡ νίκη καὶ ὑπὸ τοῖς ὀφθαλμοῖς, ἥ περ ἐναργεστάτη τῶν αἰσθήσεων· ἔτι δὲ καὶ βραβευτὴς ἐφέστηκεν ἐπ’ αὐτῷ τούτῳ κρείττων τοῦ παρὰ τῶν ἄλλων φθόνου. ἥδε 〈δὲ ἡ〉 κρίσις οὐκ ἐφ’ ἑνί, ἀλλ’ ἐπὶ πολλοῖς· καὶ οὐκ ὀφθαλμοῖς κρίνουσιν, ἀλλὰ γνώμῃ, ἐν ᾗ πολλὰ τὰ ἀν|τιστατοῦντα· ἄγνοια καὶ φιλοτιμία καὶ φθόνος, ἐφ’ ἅπασι δὲ τὸ μὴ βούλεσθαι τοὺς ἀκούοντας μείζονα εἶναι τὰ ἐπαινούμενα τῷ περὶ αὐτῶν

λόγῳ. τούτοις δὲ ὑποβάλλειν κἀκεῖνο ἀναγκαῖον, τὸ ἀνελεῖν ὡς ἀντικείμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος, ὅτι μὴ καταφρονητέον λόγων τοῖς ἀθληταῖς ἅτε ἐν ἔργοις ἀσκοῦσι. λόγος γὰρ εἰς πάντα ἐπιτήδειος καὶ πρὸς πᾶν ἐπιρρώννυσιν· οὕτως καὶ ἐπὶ πολέμου καὶ ἐπὶ παρατάξεως δέονται στρατιῶται τοῦ παρὰ τῶν στρατηγῶν λόγου καὶ τῆς προτροπῆς, καὶ αὐτοὶ αὑτῶν ἐρρωμενέστεροι ἐγένοντο. μάλιστα δὲ οἱ ἀθληταὶ δέοιντο ἂν τῆς ἀπὸ τοῦ λόγου προτροπῆς καὶ ἐπικελεύσεως, ὄντες μὲν καὶ αὐτοὶ Ἑρμοῦ τε καὶ Ἡρακλέους μαθηταί τε καὶ ζηλωταί (ὧν ὃ μὲν εὑρετὴς τοῦ λόγου ἢ αὐτὸ χρῆμα λόγος· ὃ δὲ σὺν τῇ Ἀθηνᾷ πάντα κατώρθωσεν τὰ ἐπιταχθέντα· ἣ δὲ τί ἂν ἄλλο εἴη ἢ νοῦς τε καὶ λόγος;), καὶ ὁσημέραι δὲ ἐπὶ ταῖς γυμνασίαις ἑκάστοτε τοιούτους τοὺς ἐπικελευομένους ἔχοντες αὑτοῖς. |

εἶτα διαφορὰν ἐρεῖς, ὅσῳ κρείττων οὗτος τοῦ ἐκείνων ἔπαινος· διὰ ταῦτα, ὅτι ὃ μὲν ἐκ τῶν ἐπιτυχόντων, οὗτος δὲ ἀπὸ τῶν δεδοκιμασμένων καὶ βίῳ καὶ λόγῳ καὶ δόξῃ· καὶ ἐκεῖνος μὲν ἔθει τινί, οὗτος δὲ νόμῳ πόλεως καὶ δόγματι ἀρχόντων· κἀκεῖνος οἷον ἐπιβόησίς τις, μηδὲν τῶν ἤχων διαφέρων, οὗτος δὲ μετὰ ἐπαίνων καὶ ἀποδείξεων παράκλησις. εἶτ’ ἀκόλουθον τοῖς περὶ τὸ τοῦ σώματος καλὸν σπουδάσασιν καὶ περὶ τὸ καλὸν τὸ ἐπὶ τῇ ψυχῇ σπουδάσαι καὶ

μᾶλλον, ὅσῳ τιμιώτερον ψυχὴ σώματος, εἰ μὴ καὶ αὐτοὺς ἀσκοῦντας, ἀλλὰ τοῖς ἀσκήσασι πειθομένους· ὅπερ οὐδὲ δυσχέρειάν τινα ἔχει οὐδὲ πόνον, ἄλλως τε καὶ ἐπὶ συμφέροντι τῶν πεισθέντων τῆς πειθοῦς γινομένης· ὥςπερ γὰρ καὶ ἐν στρατοπέδῳ οἱ γνησιώτατοι παρὰ τῶν στρατηγῶν λόγους ἀκούσαντες μάλιστα φιλοτιμοῦνται περὶ τὴν νίκην, οὕτως καὶ οἱ ἐν τοῖς ἀγῶσι προτρεπτικοὺς λόγους οἰκείως ἀναδεξάμενοι· μάλιστα γὰρ ἂν ὀρέγοιντο τοῦ περιγενέσθαι. καὶ ὅτι τοῖς | ἐπαγγελλομένοις τὴν σωτηρίαν τὴν τοῦ σώματος προσήκει καὶ ἀψευδεῖν. ἐν τούτῳ· εἰ δήπου τις, καίτοι τῆς ἀπὸ τούτων δόξης ἀδήλου τυγχανούσης, ὅμως ἐφίεται τούτου ἄλλως μηδὲ ἀνάγκης οὔσης, πόσῳ μᾶλλον 〈εἰκὸς〉 τοὺς ἐπ’ αὐτὸ τοῦτο παρόντας καὶ παραδεδωκότας ἑαυτοὺς καὶ τούτου ἕνεκα ἐπὶ τοσοῦτον τοῖς γυμνασίοις χρησαμένους καὶ ὑπευθύνους ἑαυτοὺς καταστήσαντας πειθομένους φαίνεσθαι τῷ ἐπὶ τοῦτο ὑπὸ τῆς πόλεως καὶ τῶν ἀγωνοθετῶν καὶ τοῦ νόμου προκεχειρισμένῳ; Εἰ δὲ δὴ καὶ ἀγωνοθέτης εἴη ὁ λέγων, πρὸς τούτοις ἢ πρὸ ἁπάντων τούτων ἁρμόσει εἰπεῖν, ὅτι 〈εἰ ὁ〉 διατιθεὶς τὸν ἀγῶνα οὐκ ὤκνησεν ἀγωνιστὴν καὶ ἑαυτὸν καταστῆσαι καὶ ὑποβαλεῖν τῇ τῶν ἀκουόντων κρίσει ἕνεκα τοῦ ἀγῶνος καὶ τοῦ ἔνδοξον καὶ μέγαν
καὶ περισπούδαστον τοῦτον γενέσθαι, πολλῷ δήπου ἀναγκαιότερον αὐτοῖς 〈τοῖς〉 ἀγωνιζομένοις καὶ κληρονομεῖν μέλλουσι τῆς τοῦ ἀγῶνος δόξης. Τῷ δὲ ξένῳ καὶ τοῦτο ἂν ἁρμόζοι | λέγειν, ὅτι προσήκων αὐτῷ ὁ λόγος διὰ τὴν ἐπιδημίαν καὶ τὴν μετουσίαν τῆς θέας· οἱ γὰρ τῆς θέας μεταδόντες καὶ τοῦ λόγου τοῦ περὶ αὐτῆς μετέδοσαν ἄλλως τε καὶ ἐπὶ τῷ ἐνδοξοτέραν τὴν πανήγυριν γενέσθαι. καὶ ὅτι γνήσιος πολίτης οὐχ ὁ ἐγγεγραμμένος μόνον, ἀλλὰ πολλῷ μᾶλλον ὁ εὔνους τῇ πόλει καὶ περὶ τὰ καλὰ μόνον τὰ τῆς πόλεως σπουδάζων. εἰ δὲ δὴ καὶ μὴ πολίτης ὢν ἐπείσθη τοῖς ἐπιτάξασι καθεῖναι ἑαυτὸν εἰς τὸν ἀγῶνα, πολλῷ δήπου μᾶλλον τοῖς ἀθληταῖς σπουδαστέον περὶ αὐτὸν τοῖς ὡς ἂν εἴποι τις πολίταις τοῦ ἀγῶνος οὖσι.

Τούτων δὲ τῶν ἀφορμῶν τάχα ἄν τινες καὶ εἰς τὸν πανηγυρικὸν λόγον ἁρμόζοιεν, τοιούτων προσώπων πανηγυριζόντων καὶ τοιούτων ποιοτήτων ἐμπεριειλημμένων. τοιαύτης δὲ τῆς προκαταστάσεως γενομένης ὑποβλητέον καὶ τὸν περὶ τῶν πανηγύρεων καθόλου λόγον ἔπαινον ἔχοντα τῶν προκαταστησαμένων, ὅτι τῶν πολέμων καὶ τῶν πρὸς ἀλλήλους διαφορῶν καταπαύσαντες τὰς πό|λεις συνήγαγον ὥςπερ εἰς μίαν πόλιν τὴν πατρίδα πάντων, ὡς κοινῇ συνελθόντας θύειν καὶ ἑορτάζειν λήθην ἁπάντων τῶν πρότερον ποιησαμένους· καὶ οὐ ταῦτα ἀπέχρησε μόνον, ἀλλὰ

καὶ θεάματα καὶ ἀκροάματα μυρία ἐπὶ μυρίοις προέθεσαν, οὐκ εἰς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ πρὸς ὠφέλειαν· διὰ μὲν τῶν μουσικῶν ἀκροαμάτων παιδεύοντες ἡμᾶς, διὰ δὲ τῶν γυμνικῶν συνασκοῦντες εἰς τοὺς πολέμους. καλὸν μὲν οὖν καὶ τοῖς ἐπιδημοῦσι σπουδάζειν περὶ τὴν θέαν, πολὺ δὲ κάλλιον τοῖς ἀγωνιζομένοις αὐτοῖς. τοῖς μὲν γὰρ πρόσκαιρος ἡ τέρψις, τοῖς δὲ ἀθάνατος ἡ δόξα· καὶ παραχρῆμα μὲν γίνεται ἑκάστῳ τούτων εὐφημεῖσθαι καὶ δακτυλοδεικτεῖσθαι ἐπὶ τοῖς καλλίστοις, νικᾶν, στεφανοῦσθαι, ἀναγορεύεσθαι, διὰ μιᾶς πράξεως καὶ νίκης οὐ μιᾶς πόλεως γενόμενον ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης· ἕκαστος γὰρ τῶν παρόντων τῆς ἀρετῆς ἀποδεχόμενος τῇ εὐνοίᾳ ὡς πολίτην αὑτοῦ προσοικειοῦται, τὸ τοῦ Ὁμήρου δὴ τοῦτο· ἐρ|χόμενον δὲ ἀνὰ τὴν πανήγυριν θεὸν ὣς εἰσορόωσιν, οὐ μόνον γε ἀλλὰ καὶ μετὰ τὴν πανήγυριν, ὁπόταν αὐτὸν ἴδωσι μόνον. καὶ ἀγωνιζομένῳ ταῦτα καθ’ ἕκαστον ἀγῶνα· παυσαμένῳ δὲ παραμένουσιν τὸν βίον σύμπαντα οἱ καρποὶ 〈οἱ〉 ἀπὸ τῆς νίκης, τὴν περιουσίαν τοῦ βίου ἄφθονον παρέχοντες· μετὰ δὲ τὴν τελευτὴν ἡ μνήμη 〈ἡ〉 ἀπὸ τῶν ἀνδριάντων καὶ τῶν εἰκόνων εἰς τὸ ἀνάγραπτον ἔχειν τὴν δόξαν οὐκ ἐν ταῖς μνήμαις σῳζομένην μόνον, ἀλλὰ
καὶ διὰ τῶν συγγραμμάτων συμπαραμένουσαν ἅπαντι τῷ χρόνῳ.

Εἶτα ἐπὶ τούτοις προσάξεις καὶ τὸν περὶ τῆς πόλεως λόγον, ὅτι καὶ διὰ τὴν πόλιν αὐτὴν σπουδαστέον περὶ τὸν ἀγῶνα. σύμμετρος δὲ γινέσθω ὁ ἔπαινος, ἐπειδὴ οὐ περὶ αὐτοῦ νῦν πρόκειται. ἀφορμαὶ δὲ εἰς τοῦτο ἔσονται δήπου ἱκαναὶ αἱ προειρημέναι ἐν ταῖς περὶ τοῦ πανηγυρικοῦ λόγου μεθόδοις. ὁμοίως δὲ καὶ περὶ αὐτῆς τῆς πανηγύρεως ἐρεῖς ἐφεξῆς, καὶ πόθεν ἤρξατο, καὶ τίς ὁ | καταστήσας, καὶ τίνων θεῶν ἐπάγεται, καὶ τίς ὁ ἐπώνυμος αὐτῆς· καὶ ἔπαινος διὰ βραχέων ἀπὸ τῶν αὐτῶν ἀφορμῶν τῶν ἐκεῖ παραδεδομένων. ἀναγκαῖον δὲ ἐνταῦθα γενόμενον καὶ σύγκρισιν ποιήσασθαι πρὸς τοὺς ἄλλους ἀγῶνας. ἡ δὲ σύγκρισις ἔσται καὶ ἀπὸ τόπου τοῦ ἀγῶνος, οἷον 〈ὅτι ἐνδοξότατος, καὶ〉 ἀπὸ χρόνου, ὅτι ἀρχαιότατος· ἢ εἰ νέος, ὅτι ὅσον τῷ χρόνῳ ὑποδεῖ, τοσοῦτον τῇ δόξῃ προέχει· καὶ ὅτι εἰ νῦν περισπούδαστός ἐστι, πολλῷ περισπουδαστότερος ἔσται λαβὼν τὸν χρόνον. εἰ θεὸς εἴη ὁ ἐπώνυμος, τὰ προσόντα τῷ θεῷ· εἰ τῶν ἡρώων τις, ὁμοίως τὰς πράξεις· εἰ ἐπιτάφιος, ὅτι καὶ αὐτὸς διὰ τὴν ἀρετὴν τοῦ ἀγῶνος καὶ τῆς τούτου θέσεως ἠξιώθη. ἔτι καὶ τὴν πόλιν παραβαλεῖς πρὸς τὰς ἄλλας, ἀπὸ μεγέθους, ἀπὸ κάλλους, ἀπὸ οἰκιστοῦ, ἀπὸ οἰκειώματος· εἴρηται | δὲ καὶ ταῦτα

ἤδη. τούτων δὲ ῥηθέντων οἰκειότατα ἂν ἐπαχθείη ὁ πρὸς τοὺς ἀθλητὰς λόγος κατὰ τὸν Θουκυδίδην· Περὶ τοιαύτης οὖν πόλεως καὶ τοιούτου ἀγῶνος πολλοὶ μὲν καὶ ἄλλοι καὶ πάλαι ἐφιλοτιμήσαντο καὶ ἐσπούδασαν νικηφόροι γενέσθαι.

Ἐπειδὴ δὲ διάφορα τὰ πρόσωπα, τὰ μὲν ἔνδοξα, τὰ δὲ ἧττον, καὶ τὰ μὲν ἀπὸ στεφάνων πολλῶν, τὰ δὲ νῦν πρῶτον ἀρχόμενα, πειρασόμεθα ἕκαστον ἀπὸ τῶν οἰκείων καὶ προσφόρων προτρέψασθαι· οἷον τοὺς μὲν πολλοὺς ἔχοντας στεφάνους, ὅτι καλόν, μὴ ὅπως καταισχῦναι τούτους, ἀλλὰ καὶ προσθεῖναι καὶ πλείους ἀποφῆναι· συναύξεται γὰρ τοῖς στεφάνοις καὶ ἡ δόξα. τοὺς δὲ ὀλὶγους, ὅτι δεῖ μὴ τούτοις ἀρκεῖσθαι, ἀλλὰ καὶ βεβαιώσασθαι τούτους ὅτι καὶ μετὰ τῆς ἀληθεὶας καὶ προῖκα, τῷ ἐπαγωνίσασθαι καὶ προσλαβεῖν ἑτέρους. | τοὺς δὲ νῦν πρῶτον ἀρξομένους· 'ἀρχὴ δέ τοι ἥμισυ παντός. καὶ τοῖς ἡττημένοις πρότερον καλὸν ἀναμάχεσθαι, ἵνα μὴ καὶ ψυχῇ καὶ σώματι, ἀλλὰ τύχῃ μᾶλλον δοκῶσιν τῇ ἥττῃ κεχρῆσθαι. εἶτα συμπροτρέψεις τοὺς μὲν κατὰ τὸ αἰσχρόν, τοὺς δὲ κατὰ τὸ καλόν, ὅτι τοῖς μὲν πολλοὺς ἔχουσι καὶ προνενικηκόσιν αἰσχρὸν τὸ ἡττηθῆναι τῶν μήπω νενικηκότων, τοῖς δὲ ἄλλοις ἔντιμον καὶ οὐδὲ ὑπερβολὴν εἰς δόξης λόγον ἔχον 〈τὸ〉 τοὺς νενικηκότας κρατῆσαι καὶ δι’ ἑνὸς στεφάνου προσλαβεῖν τὴν τούτων δόξαν. εἶτα πειραφραίνει,

σόμεθα ἀναιρεῖν, δι’ ἃ ἐπὶ τὸ διαφθείρεσθαί τινες τρέπονται, τῷ αἰσχρῷ καὶ ἀδόξῳ, ὅτι αἰσχρὸν χρημάτων προἕσθαι τὴν νίκην, κατὰ ἀμφότερα τὰ πρόσωπα τὸ αἰσχρὸν προσάπτοντες, καὶ κατὰ τὸ τῶν διδόντων καὶ κατὰ 〈τὸ〉 τῶν λαμβανόντων, ὅτι οἳ μὲν χρήματα ἀντὶ δόξης ἀνταλλάσσονται· ἐν ᾧ οἷα μὲν τὰ χρήματα, οἵα δὲ ἡ δόξα· τὰ μὲν πρόσκαιρα, ἣ δὲ | ἀθάνατος· καὶ τὰ μὲν τύχη καὶ χρόνος καὶ πόλεμος ἀφεῖλεν, ἣ δὲ ἀναφαίρετος ὑπὸ τούτων· καὶ τὰ μὲν ζῶντας εὐφραίνει, ἣ δὲ μετὰ τὴν τελευτὴν ζηλωτοὺς ἀποφαίνει· καὶ τὰ μὲν καὶ ἀπὸ κακίας περιγίνεται, ἣ δὲ ἀπὸ ἀρετῆς καὶ ἀνδραγαθίας. ἔπειτα καὶ οἱ δόντες τῷ μὲν δοκεῖν νενικήκασιν, τῇ δ’ ἀληθείᾳ ἐώνηνται τὴν νίκην· καὶ ὅτι οὐ δόξαν κτῶνται, ἀλλ’ αἰσχύνην, τὸ γὰρ μὴ μετὰ ἀληθείας κρατῆσαι πρὸς αἰσχύνην μᾶλλον τῷ κρατήσαντι ἢ δόξαν· καὶ ὅτι εἰ καὶ λανθάνοιεν τοὺς ἄλλους, ἀλλ’ ἑαυτοῖς συνίσασιν, καὶ παρὰ τοῖς ἄλλοις μὲν δοκοῦσι κρατεῖν, παρὰ δὲ ἑαυτοῖς ἥττηνται· καὶ ὅτι οὐδὲ ἡδονὴ ἐπὶ τῆς τοιαύτης νίκης· καὶ ὅτι ὁ τῆς αἰσχύνης ἔλεγχος ἀεὶ συμπάρεστιν αὐτοῖς τῆς ἐπονειδίστου νίκης. καὶ ὅτι χείρους τῶν προδοτῶν· ἐκεῖνοι μὲν γὰρ τοὺς ἄλλους πωλοῦσιν, οὗτοι δὲ καὶ ἑαυτούς· καὶ ὅμοιοι τοῖς πόρνοις εἰσὶν ἐπὶ τοῖς σώμασιν τοῖς ἑαυτῶν λαμβάνοντες· κἀκεῖνοι μὲν ἴσως
καὶ δι’ ἡλικίαν ἐξαπατηθέντες, οὗτοι δὲ δι’ αἰσχροκέρδειαν ἑαυτοὺς ἐκδόντες. | εἶτα ὅτι οὐδὲ λανθάνουσιν· ῥᾳδίως γὰρ ὁρῶνται καὶ ἐκ τῶν σωμάτων καὶ ἐκ τῶν γυμνασιῶν καὶ ἐκ τῶν προγεγενημένων ἀγώνων. ἐν ᾧ· τίνα τὰ ἐπὶ τούτοις; μάστιγες, ὕβρεις, αἰκίαι σωμάτων, ἃ δούλων καὶ οὐκ ἐλευθέρων·. τὸ παρὰ τοῖς θεαταῖς βλασφημεῖσθαι ἀντὶ τοῦ ἐπαινεῖσθαι κροτεῖσθαι στεφανοῦσθαι· ἐνίοτε δὲ [καὶ] ζημία καὶ τὸ ἐκβάλλεσθαι καὶ ἐκ τῶν σταδίων καὶ ἀγώνων, μέγιστον δὲ ἐπ’ ἐλευθερίᾳ φρονοῦντας εἰς τὰς τῶν δούλων τιμωρίας περιορᾶν αὑτοὺς ἐμπίπτοντας. καὶ ἂν μὲν δοῦλον αἰσθάνωνταί τινα τῶν ἀγωνιζομένων εἶναι, κατηγορεῖν αὐτοῦ καὶ ὡς ἀνάξιον τοῦ ἀγῶνος ἐκκρίνειν· αὐτοὺς δὲ τὰς παρὰ τῶν ἀθλοθετῶν ψήφους τῆς ἐλευθερίας λαμβάνοντας τὴν τῆς δουλείας καθ’ ἑαυτῶν φέρειν.

Ἐν δὲ τούτῳ τῷ τόπῳ γενομένους ἀναγκαῖον | καὶ τῶν ἀρχαίων μνημονεύειν καὶ παραδείγματα φέρειν, ὅσοι ἔνδοξοι· οἳ μὲν ὅτι ἀήττητοι, οἳ δὲ ὅτι πλείστας νίκας ἤραντο, οἳ δὲ ὅτι εἰ καὶ ὀλίγας, ἀλλὰ τὰς ἐνδοξοτάτας, καὶ ὅτι πάσας προῖκα, καὶ ὅτι ἀπὸ σωφροσύνης, ἀπὸ ἐγκρατείας, ἀπὸ τῆς ἀσκήσεως τοιοῦτοι ἐγένοντο· καὶ ὅ τι αὐτοῖς τοιοῦτον συνέβη· ὅτι πολλοὶ καὶ ἰσόθεοι ἐνομίσθησαν, οἳ δὲ καὶ ὡς θεοὶ τιμῶνται τῶν πάλαι.