Ars Rhetorica
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα δια¦τυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ ἀνάγκη καὶ ἀναμιμνήσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται,
〈πόσῳ μᾶλλον ἡσθήσεται〉, ὅταν καὶ μὴ ἄψυχον ταύτην ὁρᾷ ἀλλὰ καὶ ἔμψυχον, μηδὲ μίαν ἀλλὰ πολλάς, ἂν οὕτω τύχῃ; ἐπακτέον δὲ πάλιν καὶ ἐνταῦθα ἱστοριῶν τινων μνημονεύοντα, ὅσοι ἀπὸ παίδων εὐτύχησαν, ὅσοι κακῶν ἀποτροπὰς εὕραντο, οἷον τῷ | Ἀγχίσῃ παρὰ τοῦ Αἰνείου. Δεῖ δὲ μηδὲ τὰ πρόσωπα τῶν γαμούντων τε καὶ γαμουμένων παρεἷναι, ἀλλὰ καὶ τούτων ἐπαίνους λέγειν. ποτὲ μὲν οὖν ἐν ἀρχῇ χρηστέον τῷ τόπῳ τούτῳ, ποτὲ δὲ καὶ ἐπὶ τέλει· ἐὰν μὲν οὖν πάνυ ἔνδοξα ᾖ, ἐν ἀρχῇ· ἐἂν δὲ ἥττονα, ὑπερβαλόντα καὶ ἐπὶ πᾶσι λέγοντα.ὁ δὲ ἔπαινος ἄπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ 〈ἐκεῖ, ὁ〉 ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειό|της συγγενείας ἄλλη ἐπ’ ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιβουλευτικὴ
δείας, ὅτι ἁρμονία αὕτη ἀρίστη, τὸ εἰς ταὐτὸν σοφίαν τε καὶ ἀνδρείαν τελεῖν, καὶ οἵους εἰκὸς τοὺς ἀπὸ τούτων γενέσθαι.Εἰ δὲ δὴ αὐτὸς εἴη ὁ γαμῶν ὁ τὸν λόγον διαθέμενος, περὶ αὐτοῦ τούτου προοιμιαστέον χαριέντως, ὥσπερ οὖν καὶ σοὶ ποιητέον, ὅτι εἰ καὶ οἱ ἐρασταὶ τὰ αὑτῶν παιδικὰ ἐπαινοῦσι, πολὺ δή που μᾶλλον αὐτῷ πρέπον τὸν γάμον ἐπαινεῖν [ἢ τὰ ἑαυτοῦ παιδικά]· καὶ ὅτι τῷ λόγῳ καὶ τῇ παιδείᾳ καὶ ἐπὶ τούτου χρηστέον. ⁎ ⁎ ὥςπερ ἤδη προοιμιαζόμενον καὶ προκαταμαναt τευόμενον περὶ τῶν καὶ αὐτοὺς εἰκος διαφέροντας περὶ παιδείαν γενέσθαι.
Λέξει δὲ χρηστέον ἀφελεῖ μᾶλλον ἐγγὺς Ξενο|φῶντός τε καὶ Νικοστράτου βαίνοντα, ὀλιγαχοῦ δὲ ἐξαίροντα τὸν λόγον εἰς σεμνότητα, εἴ που τὰ ἐννοήματα ἀναγκάζοι.
Έχόμενος δέ σοι τούτου ὁ ἐπὶ ταῖς γενέσεσι τῶν παίδων λεγόμενος λόγος (γάμῳ γάρ που γένεσιν ἀνάγκη ἀκολουθεῖν)· ὃν καὶ αὐτὸν τελεῖν χρὴ τοῦτον τὸν τρόπον. ἐπεὶ γὰρ ἀρχὴ τῆς γενέσεως τῆς ἑκάστου ἡ ἡμέρα, ἐφ’ ἧς ἐγένετο, ἀναγκαῖόν που ὀλίγα ἄττα καὶ περὶ τῆς ἡμέρας εἰπεῖν οἷον ἐγκωμιάζοντα τὸ προσόν, εἰ ἄρα ἴδιόν τι ἔχει παρὰ τὰς ἄλλας ἡμέρας, ἐπισημα|ινόμενον·
εἰ μὲν τῇ νουμηνίᾳ, ὅτι ἀρχὴ τοῦ μηνός, ἀρχὴ δὲ κράτιστον καὶ ἐξ ἀρχῆς τὰ πάντα· καὶ ὅτι ἥμισυ τοῦ παντὸς ἢ τὸ πᾶν κατὰ τὸν Πλάτωνα. εἰ δὲ ἑβδόμῃ ἢ ἕκτῃ, ὅτι ἱεραὶ τοῖν θεοῖν, καὶ ὅτι κοινωνία πρὸς τὸ κρεῖττον κατὰ τὸ τῆς γενέσεως. ἔχοις δ’ ἂν καὶ περὶ τῆς ἐνάτης λέγειν, ὅτι ἱερὰ τοῦ Ἡλίου, καὶ ὅτι εἰκὸς ἐπίσημον τὸν τοιοῦτον γενέσθαι, τάχα δὲ καὶ εὐεργετικὸν κατὰ τὴν τοῦ λίου φύσιν. εἰ δὲ πεντεκαιδεκάτη εἴη, ὅτι καὶ αὐτὴ τῆς Ἀθηνᾶς, καὶ ὅτι τέλειος ἐν τούτῳ ὁ κύκλος, καὶ εἰκὸς ἀνενδεῆ τὴν τοιαύτην εἶναι γένεσιν τοῦ ἀνδρός. ὁμοίως δὲ καὶ εἰ ἄλλη τις ἡμέρα, ἢ τῇ ἀρχῇ ἢ τῷ τέλει προσβιβάζοντας καὶ τὸ προσὸν θεωροῦντας οὕτω πειρᾶσθαι τὸν ἔπαινον ποιεῖσθαι.Ἐπὶ δὲ τῇ ἡμέρᾳ τὸν καιρὸν ἐπιθεωρεῖν ἀναγκαῖον, ὁποῖός τις οὗτος· καὶ τοῦ καιροῦ τὸ μὲν κατὰ τὴν| ὥραν, οἷον ἐν χειμῶνι ἢ ἐν ἦρι ἢ ἐν τοῖς ἑτέροις μέρεσι τοῦ ἔτους, ὥς περ ἐν τοῖς περὶ τοῦ ἀγῶνος ἐπαίνοις ἐπεσημαινόμεθα τὰς ἰδιότητας τῶν καιρῶν, τῷ μὲν τὸ ἀνδρεῖον, τῷ δὲ τὸ φαιδρὸν ἀπονέμοντες, καὶ τῷ θέρει τὸ πεπληρῶσθαι τὴν γῆν ἐν τούτῳ τῶν ἀγαθῶν, καὶ τῷ λοιπῷ δὲ τὸ ἐν ἀνέσει καὶ ἀναπαύλῃ τῶν ἔργων γενέσθαι. ἐπισημαίνεσθαι δὲ καὶ τὰ συμβεβηκότα ἐνίοτε τοῖς καιροῖς· οἷον εἰ ἐν ἑορτῇ τις
γέγονεν, οἱονεὶ ἐν Διονυσίοις ἢ ἐν μυστηρίοις ἢ ἐν πανηγύρεσίν τισιν· ἅπαντα γὰρ ταῦτα ἀφορμὰς παρέξει σοι εἰς τὸν ἔπαινον.Ἀπὸ δὲ τούτου ἰτέον καὶ ἐπὶ τοὺς τόπους, ἐν οἷς τις γέγονεν· πρῶτον μὲν ἐπὶ τὸ περιέχον τὸ ἔθνος, Ἀσίαν, ὐρώπην· καὶ τοῦτο οὐ πάλιν Ἑλληνικὸν ἢ βάρβαρον, ἢ σοφίαν ἢ ἀνδρείαν τοῦ ἔθνους ἢ τι τοιοῦτον ἐπισημαινόμενον. εἶτα ἐπὶ τὸ περιεχόμενον· τίς ἡ πό|λις καὶ ἡ μητρόπολις αὐτῷ· ἐχομένη ἡ πόλις μητροπόλεως τῇ τιμῇ, μεγάλη, πολυάνθρωπος, εὔφορος πρὸς ἀνδρῶν ἀρετήν, ἢ ἄν τι ἕτερον ἀνδραγάθημα τῆς πόλεως. ἔπειτα τὰ μὲν περιεχόμενα ἐν τῇ πόλει· ποίας τινὸς οἰκίας, ὅτι οὐ φαύλης, ὅτι οὐκ ἀδόξου, γένους 〈ὅτι〉 ἐνδόξου, ποίων τινῶν προγόνων καὶ πατέρων, καὶ ἔπαινον ἐν βραχεῖ τούτων ἀπὸ τῶν προσόντων.
Μετὰ ταῦτα δὲ καὶ ἐπ’ αὐτὸν ἥδῃ τὸν ἔπαινον ἰέναι τοῦ ἐγκωμιαζομένου καὶ οὗ ἡ γενέθλιος· ποίας τινὸς φύσεως κατὰ σῶμα, κατὰ ἰσχύν. εἰ μέγας ἐστί, κατὰ τὸν Αἴαντα· εἰ καλὸς καὶ ἀνδρεῖος, κατὰ τὸν Ἀχιλλέα· καὶ εἰ 〈εὔγλωσσος ἢ〉 εὔβουλος ἢ δίκαιος ἢ σώφρων εἴη, τὰ ἁρμόζοντα πρόσωπα, τὸν έστορα, τὸν Θεμιστοκλέα, τὸν Ἀριστείδην, τὸν ωκίωνα· εἰ χρηστός· ὅτι θυμοειδὴς μετὰ τοῦ πράου, ὅτι ὀξὺς ἐνόδους θυμηθῆναι.
κἂν εἰ μικρός, ὅτι μείζων τὴν τῆς ψυχῆς ἀρετήν, κατὰ τὸν Τυδέα, κατὰ τὸν Κόνωνα. |οἷός τις τὰ περὶ τὸν βίον, εἰ φιλόκαλος, εἰ μεγαλοπρεπής· οἶος πρὸς τοὺς ἰδιώτας, πρὸς τὴν πόλιν, καὶ τὰς φιλοτιμίας τὰς πρὸς τὴν πόλιν. κἂν εἰ ἐπιστήμης τινὸς ἐπήβολος εἴη, οἷον ἰατρικῆς ἢ ῥητορικῆς ἢ φιλοσοφίας, θετικῶς ἐπάγοντα τὸν ἐν τούτοις ἔπαινον, εἰς ὅσα τούτων ἕκαστον χρήσιμον· οὕτω γὰρ ἂν ἀμφιλαφὴς ὁ λόγος γένοιτο. ποῖος ἤδη γέγονεν, ποῖός ἐστιν ἐν τῷ παρόντι, καὶ ποῖον εἰκὸς ἔσεσθαι εἰς τὸν μέλλοντα χρόνον. ἐν τούτῳ δὲ γενόμενοι οὐκ ἄπο τρόπου ἂν ποιοῖμεν καὶ εὐχόμενοι τοῖς τε ἄλλοις καὶ τοῖς γενεθλίοις θεοῖς περὶ τοῦ μέλλοντος βίου καὶ τοῦ ἀμείνω τοῦ παρεληλυθότος γενέσθαι τοῦτον, καὶ πολλὰς περιόδους χρόνων τελέσαντα εἰς λιπαρὸν καὶ εὔδαιμον γῆρας παρελθεῖν.
Πρὸ δὲ τοῦ περὶ τῆς γενέσεως λόγου (μικροῦ γάρ με παρῆλθεν ὑπὸ τοῦ θρύβου καὶ τῆς ταραχῆς τῆς περὶ τὴν ἔξοδον) ὁ ἐπὶ τῷ θαλάμῳ λεγόμενος λόγος· ἐχόμενος δ’ ὅ τι μάλιστα καὶ ἀκόλουθος 〈ἂν〉 εἴη τοῖς γαμικοῖς τῶν λόγων, σχεδὸν εἷς καὶ ὁ αὐτὸς ὢν τῷ
γαμικῷ, πλὴν τῷ χρόνῳ διαφέρων, ἐπὶ τετελεσμένοις τοῖς γάμοις λεγόμενος οὗτος· οὐ μὴν τοῖς γε ἄλλοις ἀπᾴδων τοῦ προειρημένου, καὶ ὥςπερ ἀντὶ ὑμεναίων ἐπᾳδόμενος τοῖς γάμοις. τινὰ μὲν οὖν καὶ παρὰ Σαπφοῖ τῆς ἰδέας ταύτης παραδείγματα, ἐπιθαλάμιοι οὕτως | ἐπιγραφόμεναι ᾠδαί· ἀλλ’ ἐπειδὴ οὐχ ἡ αὐτὴ μεταχείρισις ποιήσεως τε καὶ πεζοῦ λόγου, ἀλλ’ ὥςπερ τοῖς μέτροις, οὑτωσὶ δὲ καὶ τοῖς ἐννοήμασι διενήνοχεν ταῦτα, τοῦτον ἄν μοι δοκεῖς τὸν τρόπον καὶ τοῦτον τὸν λόγον προσφόρως μεταχειρίσασθαι, εἰ ἐν μὲν τῷ προοιμίῳ εὐθὺς αὐτὸ τοῦτο ἐπισημαίνοιο, ὅτι οἱ μὲν ἄλλοι τὸν ὑμέναιον ᾄδουσιν, ἡμεῖς δὲ ἀντὶ τοῦ ὑμεναίου τὸν λόγον, οὐχ ὑπ’ αὐλοῖς ἢ πηκτίσιν ἢ νὴ Δία καλλιφωνίᾳ τινὶ τοιαύτῃ, ἀλλὰ ἐπαίνοις καὶ ὕμνοις τῶν γεγαμηκότων.Εἶτα ἐπὶ τούτοις ἐπάγειν, ὅτι ἀναγκαῖος ὁ γάμος ἀνθρώποις γε οὖσι· σωτηρία γὰρ τοῦ γένους· καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ γάμου. εἶτα μεταβήσῃ ἐπὶ τὰ πρόσωπα τῶν συνιόντων εἰς τὸν γάμον, ὁποῖοί τινες οὗτοι· ἐν ᾇ | περὶ γένους ἐρεῖς αὐτῶν καὶ τροφῆς, καὶ περὶ κάλλους σωμάτων καὶ ἡλικίας· ὅσα ἐκ τύχης αὐτοῖς πρόσεστι, καὶ περὶ ἐπιτηδευμάτων· ὅτι σπουδὴν ἔσχον
περὶ τὸν γάμον καὶ τὴν σύζευξιν αὐτοί· ὅπως διάκεινται ἐπὶ τῷ γάμῳ οἱ οἰκεῖοι, οἱ ἀλλότριοι, ἡ πόλις αὐτὴ δημοσίᾳ· ὅτι πᾶσι διὰ σπουδῆς ὁ γάμος ἐστίν, καὶ ὁ γάμος ἔοικεν πανηγύρει τινὶ καὶ νεομηνίᾳ καὶ δημοτελεῖ ἑορτῇ τῆς πόλεως. ὥςπερ δὲ ἐν τοῖς γαμικοῖς ἠξιοῦμεν πρὸς τοῖς ἄλλοις ἐπισκοπεῖν, οἷον εἰ ἐκ τῆς αὐτῆς πατρίδος, εἰ ἐκ τοῦ αὐτοῦ γένους, οὑτωσὶ δὲ μηδὲ ἐν τούτῳ παρὰ φαῦλον ποιεῖσθαι τὸ μέρος τοῦ λόγου τοῦτο.Ἐπὶ δὲ τοῖς ἐπαίνοις καὶ τοῖς ἐγκωμίοις καὶ προτροπή τις ἔστω τοῖς γαμοῦσιν πρὸς τὸ σπουδάζειν περὶ ἀλλήλους καὶ ὁμονοεῖν ὅ τι μάλιστα· καὶ ὅσα ἀγαθὰ ἐκ τῆς τοιαύτης ὁμονοίας καὶ φιλίας ἀνάγκη συμβαίνειν, ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ ἴδιον ἄγοντα τὸν λόγον· ὅτι ὁμόνοια πᾶσι μὲν ἀνθρώποις ἡγεῖται τῶν ἀγαθῶν, μάλιστα δὲ τοῖς γεγαμηκόσιν· καὶ εἰς τοῦτο καὶ τὸ τοῦ | Ὁμηροῦ παραληπτέον ἐνδόξῳ κρίσει χρώμενον, ὅτι οὐδὲν μεῖζον ἀγαθὸν
ἢ ὅτε ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή·τίνα μὲν ἐκ τούτου τοῖς ἐχθροῖς ἀνιαρά, τίνα δὲ ἡδέα τοῖς φίλοις. ἐπὶ τέλει δὲ καὶ εὐχῇ χρῆσθαι, ὅπως ὅ τι τάχιστα. παῖδες γένοιντο, ὡς καὶ τούτων ἐπιδεῖν γάμους καὶ ᾆσαί τὸν ὑμέναιον καὶ ὑπόθεσιν ἔχειν αὖθις τοιούτων λόγω.
Ἰσοκράτης μὲν ὁ σὸς ἑταῖρος καὶ ἐμός, ὦ Ἐχέκρατες, εἴ περ ἄλλο τι, φησὶ χρῆναι προσεῖναι τοῖς σπουδαίοις | ἀνθρώποις, ἐν τῇ παραινέσει τῇ πρὸς τὸν Ἰππονίκου, καὶ τὴν φιλοπροσηγορίαν· ὅ πέρ ἐστι τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας, ὡς αὐτός φησιν. εἰ δὲ καὶ ἰδίᾳ χρῆν πρὸς ἕκαστον τοῦτο ποιεῖν, ὅπως καὶ τοὺς ἰδιώτας ὡς ὅ τι μάλιστα οἰκειοτέρως καὶ εὐμενεστέρως ἔχειν πρὸς ἡμᾶς παρασκευάζωμεν ἐκ τῆς τοιαύτης φιλοπροσηγορίας, πολλῷ δή που ἀναγκαιότερον τὸ πρᾶγμα καὶ ὁ τοιοῦτος τρόπος τῆς προσφωνήσεως, εἰ πρὸς τοὺς ἐν τέλει καὶ ἐν ἀρχαῖς γεγονότας ὑφ’ ἡμῶν γίγνοιτο καὶ μάλιστά γε δὴ τοὺς ἑκάστοτε ἐκ βασιλέων εἰς τὰ ἔθνη καὶ τὰς πόλεις | τὰς ἡμετέρας παραγιγνομένους, ὅπως καὶ αὐτοὺς διὰ τοιούτου τρόπου καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς αὑτῶν πατρίδας οἰκειοτέρως διακεῖσθαι παρασκευάσαιμεν. ἀμέλει γέ τοι καὶ τὸ πρᾶγμα ἤδη ἐπιχωριάζει ἐπὶ πᾶσι, καὶ καθάπερ τις οὗτος νόμος καὶ θεσμὸς διελήλυθεν διὰ πάντων, ὡς εὐθὺς ἅμα τε τῇ πρώτῃ τῶν πυλῶν, ὡς ἄν εἴποι
τις, εἰσόδῳ προσφωνεῖν τούτους δημοσίᾳ τὰς πόλεις ὑφ’ ἑνὸς ὅτου οὖν τῶν ἀρίστων κατὰ τὴν παιδείαν ὥςπερ δημοσίᾳ τινὶ φωνῇ καὶ κοινῷ προσαγορεύματι προσαγορεύοντος. φέρε οὖν εἴπωμέν τι καὶ περὶ τούτων τῶν λόγων, ὅπως ἂν καὶ τούτους ἄριστα καὶ ῥᾷστα μεταχειριζοίμεθα.Καθόλου μὲν ὁ τρόπος αὐτῶν τοιοῦτος, ὡς σύστασίν τινα ἔχειν τῆς αὑτῶν πατρίδος πρὸς τοὺς ἄρχειν μέλλοντας. δεῖ δὲ οὐκ αὐτὸ τοῦτο μόνον πραγματεύεσθαι ἐν τῷ λόγῳ, ἀλλὰ μηδὲ ἑαυτῶν ἐν τῷ τοιῷδε ὀλιγώρως ἔχειν. ἀρχὴ οὖν ἐμοὶ δοκεῖ ἀναγκαιοτάτη ἂν αὕτη γενέσθαι περὶ αὑτοῦ τε εἰπεῖν καὶ τῆς ἑαυτοῦ προαιρέσεως, καὶ δι’ ὅ τι προκεχείρισται ἐκ πάντων ἐπὶ τὸν λόγον, καὶ ὅτι ἀναγκαία αὐτῷ ἡ ὑπόθεσις τοῦ λόγου. ἐχέτω δὲ ἐν τούτῳ καὶ θεραπείαν τινὰ τοῦ ἄρχοντος, ὡς ἀποδεχομένου τοὺς τοιούτους ἄπαντας καὶ οἷον αὐτοῦ χεῖρα ὀρέγοντος, δι’ ὅπερ καὶ ἑτοιμότερον ὑπήκουσεν· καὶ ὅτι ἦν μὲν καὶ ἀκούειν τοῦτο εὐθὺς περὶ αὐτοῦ, πολὺ δὲ ἔτι ἐναργέστερον τῇ ὄψει αὐτῇ πέφηνεν, ἀτεχνῶς οἷον ἐκ τοῦ προσώπου [καὶ] τῆς φαιδρότητος ὥςπερ ἐν κατόπτρῳ τοῦ ἤθους καὶ τῆς πρὸς ταῦτα δεξιότητος φανερῶν γιγνομένων. οὕτω δὲ προκαταστησάμενον τὸν λόγον ἑξῆς ἰτέον ἐπὶ τὸ ἐγκώμιον τοῦ βασιλέως, ἐν βραχεῖ τοῦτο ποιησάμενον καὶ αὐτὸ τοῦτο ἐπισημηνάμενον, ὅτι οὐδ’ ἂν ὁ
σύμπας χρόνος ἐξαρκέσαι πρὸς τοῦτο, καὶ ὅτι ἑτέρου καιροῦ, οὐ τοῦ παρόντος. κατακλείσεις δὲ τὸ ἐγκώμιον εἰς τοῦτο, ὅτι ἕν τι τῶν καλῶν τῶν βασιλέως καὶ τοῦτο, τὸ τοιοῦτον ἄνδρα ἐπιλεξάμενον καταπέμψαι ἐπὶ τὸ αὑτοῦ ἔθνος οὐ πόρρω βαίνοντα τῆς αὑτοῦ προαιρέσεως.Καὶ ἐντεῦθεν ἀρχέσθω σοι τὸ ἐγκώμιον τοῦ ἡγουμένου. χρηστέον δὲ καὶ ἐνταῦθα τοῖς ἐγκωμιαστικοῖς τόποις, ἀπὸ γένους, ἀπὸ φύσεως, ἀπὸ ἀνατροφῆς· εἰ μὲν φανερὰ εἴη, καθ’ ἕκαστον ἀκριβῶς διεξιόντα· εἰ δὲ ἄδηλα, κατὰ τὸ πιθανὸν προάγοντα, ὅτι ἀνάγκη τὸν τηλικούτων καὶ τοιούτων κατηξιωμένον οὔτε γένει οὔτε φύσει οὔτε ἀνατροφῇ λείπεσθαί τινων, ἀλλὰ διὰ ταῦτα προκεκρίσθαι· τά γε μὴν φανερὰ ἀκριβέστερον ἐπισημαινόμενον, οἷον 〈εἰ〉 ἐν νέᾳ ἡλικίᾳ τοιοῦτος, τί χρὴ προσδοκᾶν εἰς τὸν μέλλοντα χρόνον; καὶ ὅτι νέος μὲν τὴν ἡλικίαν, πρεσβύτερος δὲ τὴν φρόνησιν. εἰ δὲ πρεσβύτης, ὅτι ἐν πολλοῖς δοὺς πεῖραν ἑαυτοῦ τῆς ἀρετῆς, εἰκότως καὶ τὴν ἀρχὴν ταύτην ἐπιστεύθη· καὶ ὅτι καὶ τοῦτο τῆς εὐμοιρίας τῆς περὶ αὐτὸν τὸ ἐν τῷ γήρᾳ ἀκμάζειν. εἰ δὲ δὴ καὶ σεμνότης τις προσείη τῷ προσώπῳ, μηδὲ τοῦτο παρέργως παρατρέχειν. εἰ φιλόλογος εἴη, ἐγκώμιον παιδείας, καὶ ὅτι οἱ πεπαιδευμένοι μάλιστα ἄξιοι ἀρχῆς καὶ τοιαύτης ἡγεμονίας. καὶ εἴτε τὴν Ῥωμαϊκὴν διάλεκτον εἴη | πεπαιδευμένος, τοῖς
ἀρίστοις τῶν Ῥωμαίων παραβάλλειν· εἴτε τὴν Ἑλληνικήν, τοῖς τῶν Ἑλλήνων. διὰ τοῦτο δὲ καὶ δίκαιος καὶ σώφρων καὶ περὶ τὰς δίκας ἀκριβής· παραδείγμασι δὲ καὶ ἐπὶ τούτῳ χρηστέον προσώποις, τῷ Ἀριστείδῃ, τῷ Θεμιστοκλεῖ, ἐφαρμόζοντα καὶ παραβάλλοντα καὶ τούτων ἀμείνω ἀποφαίνοντα.Ἐὰν δὲ ἔχωμεν καὶ πράξεις τινὰς αὐτοῦ προγεγενημένας καὶ ἀρχὰς προηνυσμένας λέγειν ἢ ἐν στρατείαις ἢ ἐν διοικήσεσιν, καὶ ταύτας παρατιθέναι. ἐὰν δὲ καί 〈τινας〉 τιμὰς ἔχωμεν αὐτῷ 〈τῶν〉 πατέρων γενομένας λέγειν, καὶ τούτων χρὴ μνημονεύειν. καὶ ἐντεῦθεν προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως, ἐπισημηνάμενον, ὅτι χρηστὴν ἐλπίδα περὶ τούτου ἔχουσι. φανερὸν γάρ τοι ἀπὸ τοῦ οὕτως ἀποδέξασθαι τὴν πόλιν, ἀπὸ τοῦ φιλανθρώπως καὶ εὐπροσηγόρως ἅπασι προσενε|χθῆναι καὶ ὁμιλῆσαι· 〈καὶ〉 ὅτι εἰκότως τοῦτο ἐποίησεν· τοιαύτη γὰρ ἡ πόλις οἵα ἀμείβεσθαι τοὺς εὖ χρησαμένους ἑαυτῇ.