Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
καὶ ἀφικόμενος εἰς τὴν Ῥώμην ἀπήγγειλε πρὸς τὴν βουλήν, ἅ τʼ ἤκουσε καὶ ἃ εἶδε. κἀκείνη οὐδὲν ἔτι ἐνδοιάσασα τοὺς εἰρηνοδίκας ἐψηφίσατο πέμπειν καταγγελοῦντας Αἰκανοῖς τὸν πόλεμον, ἐὰν μὴ τούς τʼ Ἀντιατῶν φυγάδας ἀπελάσωσιν ἐκ τῆς πόλεως καὶ δίκας τοῖς ἠδικημένοις ὑπόσχωνται. οἱ δʼ Αἰκανοὶ θρασυτέρας πρὸς τοὺς ἄνδρας ἐποιήσαντο τὰς ἀποκρίσεις, καὶ τὸν πόλεμον οὐκ ἀκούσιοι δέχεσθαι ὡμολόγησαν.
ἀλλὰ γὰρ οὐκ ἐξεγένετο Ῥωμαίοις στρατιὰν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἐπʼ αὐτοὺς ἀποστεῖλαι, εἴτε τοῦ δαιμονίου κωλύοντος, εἴτε διὰ τὰς νόσους, αἳ κατέσχον τὴν πληθὺν ἐπὶ πολὺ μέρος τοῦ ἔτους· ἀλλὰ φυλακῆς ἕνεκα τῶν συμμάχων ὀλίγη τις ἐξελθοῦσα δύναμις, ἧς ἡγεῖτο Κόιντος Σερουίλιος ἅτερος τῶν ὑπάτων, ἐν τοῖς Λατίνων ὅροις διέτριψεν.
ἐν δὲ τῇ πόλει τὸν νεὼν τοῦ Πιστίου Διὸς Σπόριος Ποστόμιος ὁ συνύπατος αὐτοῦ καθιέρωσε μηνὸς Ἰουνίου ταῖς καλουμέναις Νώναις ἐπὶ τοῦ Ἐνυαλίου λόφου, κατασκευασθέντα μὲν ὑπὸ τοῦ τελευταίου βασιλέως Ταρκυνίου, τῆς δὲ νομιζομένης παρὰ Ῥωμαίοις ἀνιερώσεως οὐ τυχόντα ὑπʼ ἐκείνου. τότε δὲ τῇ βουλῇ δόξαν ὁ Ποστόμιος ἔλαβεν
ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός· Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον. οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας παραδοῦσα ἐξέπεμψε.
Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν· καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ. καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρʼ ἄλλον τινὰ ἢ παρʼ ἑαυτὸν ἕκαστος τιθέμενος.