Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἦσαν δʼ ὑπʼ αὐτῶν ἀποδειχθέντες ὕπατοι Σπόριος Ποστόμιος Ἀλβῖνος καὶ Κόιντος Σερουίλιος Πρίσκος τὸ δεύτερον. ἐπὶ τούτων ἔδοξαν Αἰκανοὶ παραβαίνειν τὰς πρὸς Ῥωμαίους νεωστὶ γενομένας ὁμολογίας ἀπὸ τοιαύτης αἰτίας·

Ἀντιατῶν ὅσοι μὲν εἶχον ἐφέστια καὶ κλήρους ἔμειναν ἐν τῇ γῇ, τά τʼ ἀπομερισθέντα σφίσι καὶ τὰ ὑπὸ τῶν κληρούχων ἀφορισθέντα κτήματα γεωργοῦντες ἐπὶ ῥηταῖς τισι καὶ τεταγμέναις μοίραις, ἃς ἐκ τῶν καρπῶν αὐτοῖς ἐτέλουν· οἷς δʼ οὐδὲν τούτων ἦν, ἐξέλιπον τὴν πόλιν, καὶ ὑποδεχομένων αὐτοὺς προθύμως τῶν Αἰκανῶν ἐκεῖθεν ὁρμώμενοι τοὺς Λατίνων ἀγροὺς ἐλῄστευον. ἐκ δὲ τούτου καὶ τῶν Αἰκανῶν ὅσοι τολμηροί τε καὶ ἄποροι ἦσαν συνελάμβανον αὐτοῖς τῶν λῃστηρίων.

ταῦτα Λατίνων ἀποδυρομένων ἐπὶ τῆς βουλῆς καὶ ἀξιούντων ἢ στρατιὰν πέμπειν ἢ συγχωρῆσαι σφίσιν αὐτοῖς τοὺς ἄρξαντας πολέμου ἀμύνασθαι, μαθόντες οἱ σύνεδροι στρατιὰν

v.3p.382
μὲν οὔτʼ αὐτοὶ ἐψηφίσαντο πέμπειν οὔτε Λατίνοις ἐπέτρεψαν ἐξάγειν, πρεσβευτὰς δʼ ἑλόμενοι τρεῖς, ὧν ἡγεῖτο Κόιντος Φάβιος ὁ τὰς πρὸς τὸ ἔθνος συνθήκας ποιησάμενος, ἀπέστειλαν ἐντολὰς αὐτοῖς δόντες πυνθάνεσθαι παρὰ τῶν ἡγουμένων τοῦ ἔθνους, πότερα κοινῇ γνώμῃ τὰ λῃστήρια ἐξαποστέλλουσιν εἴς τε τὴν τῶν συμμάχων καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν — ἐγένοντο γάρ τινες καὶ εἰς αὐτὴν καταδρομαὶ τῶν φυγάδων — ἢ τῶν πραττομένων οὐδενός ἐστι τὸ κοινὸν αἴτιον· καὶ ἐὰν φῶσιν ἰδιωτῶν ἔργα εἶναι μὴ ἐπιτρέψαντος τοῦ δήμου, τά θʼ ἡρπασμένα ἀπαιτεῖν καὶ τοὺς ἐργασαμένους τἀδικήματα ἐκδότους αἰτεῖν.

ἀφικομένων δὲ τῶν πρεσβευτῶν ἀκούσαντες τοὺς λόγους οἱ Αἰκανοὶ πλαγίας αὐτοῖς ἔδοσαν ἀποκρίσεις, τὸ μὲν ἔργον οὐκ ἀπὸ κοινῆς λέγοντες γνώμης γεγονέναι, τοὺς δὲ δράσαντας οὐκ ἀξιοῦντες ἐκδιδόναι, πόλιν τʼ ἀπολωλεκότας καὶ ἀλήτας γεγονότας σφῶν τʼ ἐν τῇ πενίᾳ

ἱκέτας. ἐφʼ οἷς ὁ Φάβιος ἀγανακτῶν καὶ τὰς ψευσθείσας πρὸς αὐτῶν ὁμολογίας ἀνακαλούμενος, ὡς εἶδεν εἰρωνευομένους τοὺς Αἰκανοὺς καὶ εἰς βουλὴν χρόνον αἰτουμένους ξενισμοῦ τε χάριν ἐπικατέχοντας αὐτόν, ὑπέμεινέ τε κατοπτεῦσαι τὰ ἐν τῇ πόλει πράγματα βουλόμενος· καὶ διεξιὼν ἅπαντα τόπον κατὰ πρόφασιν

v.3p.383
θεωρίας δημόσιόν τε καὶ ἱερόν, τά τʼ ἐργαστήρια πλήρη ὁρῶν ἅπαντα πολεμικῶν ὅπλων, τῶν μὲν ἤδη συντετελεσμένων, τῶν δʼ ἔτι ἐν χερσὶν ὄντων, ἔγνω τὴν διάνοιαν αὐτῶν.