Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀπαράττονται δὴ τοῦ λόφου πολλοὺς σφῶν ἀποβαλόντες οἱ Οὐολοῦσκοι καὶ εἰς φυγὴν ὁρμήσαντες μόγις εἰς τὸν ἴδιον ἀποσώζονται χάρακα. Ῥωμαῖοι δʼ ὡς ἐν ἀσφαλείᾳ τέως ὄντες ἤδη κατέβαινον ἐπὶ τοὺς ἀγροὺς αὐτῶν· ἐξ ὧν ἐπισιτισμοὺς καὶ τἆλλα, ὅσων σπάνις ἦν ἐν τῷ χάρακι, ἐλάμβανον.
ἐπειδὴ δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν
οὗτοι δʼ ἦσαν, οὓς ἡ βουλὴ προείλετο καὶ οἷς παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευσεν, οὐ σφόδρα τῷ δήμῳ κεχαρισμένοι. καὶ ἀπεδείχθησαν εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὕπατοι ὅ τε νεώτερος ἀδελφὸς τοῦ προθέντος τὰς ἀρχαιρεσίας ὑπάτου, Μάρκος Φάβιος Καίσωνος υἱός, καὶ Λεύκιος Οὐαλέριος Μάρκου υἱός, ὁ τὸν τρὶς ὑπατεύσαντα Κάσσιον κρίνας ἐπὶ τῇ τυραννίδι καὶ
ἀποκτείνας. οὗτοι τὴν ἀρχὴν παραλαβόντες ὑπὲρ τῶν ἀποθανόντων ἐν τῷ πρὸς Ἀντιάτας πολέμῳ στρατιωτῶν ἠξίουν ἑτέρους καταγράφειν, ἵνα τὸ ἐλλιπὲς ἀναπληρωθῇ τῶν λόχων. καὶ δόγμα ποιησάμενοι βουλῆς προὔγραψαν ἡμέραν, ἐν ᾗ παρεῖναι τοὺς ἔχοντας ἡλικίαν στρατεύσιμον ἔδει. μετὰ τοῦτο θόρυβος ἦν πολὺς κατὰ τὴν πόλιν, καὶ λόγοι τῶν πενεστάτων στασιώδεις οὐκ ἀξιούντων οὔτε βουλῆς δόγμασιν ὑπηρετεῖν οὔτε ὑπάτων ἐξουσίᾳ πειθαρχεῖν, ὅτι τὰς περὶ τῆς κληρουχίας