Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
κατʼ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δʼ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον. ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δʼ οὐκ ἀντεξῄεσαν.
ὡς δὲ τοῦτʼ εἶδον καταφρονήσαντες αὐτῶν οἱ Οὐολοῦσκοι συνεκάλουν ἐκ τῶν πόλεων δυνάμεις καὶ παρεσκευάζοντο ὡς ἐξελοῦντες πολυχειρίᾳ τὸ φρούριον· ῥᾳδίως τʼ ἂν ἐξειργάσαντο μέγα ἔργον ὑπάτου τε καὶ Ῥωμαϊκῆς δυνάμεως ἢ βίᾳ κρατήσαντες ἢ καὶ ὁμολογίαις· οὐδὲ γὰρ τῶν ἐπιτηδείων ἔτι εὐπόρει τὸ χωρίον· ἔφθη δὲ πρότερον ἐπικουρία Ῥωμαίοις ἐλθοῦσα, ὑφʼ ἧς ἐκωλύθησαν οἱ Οὐολοῦσκοι τὸ κάλλιστον ἐπιθεῖναι τῷ πολέμῳ τέλος.
ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον. ὡς δʼ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλʼ
αἱ δὲ διά τʼ ὀρῶν ἀφανῶς καὶ νύκτωρ τὰ πολλὰ ποιησάμεναι τὰς ὁδοὺς εἰσῆλθον εἰς τὸν χάρακα τοὺς πολεμίους λαθοῦσαι. ὁ μὲν οὖν Αἰμίλιος θρασύτερος ἐγεγόνει τῇ παρουσίᾳ τῶν συμμάχων, οἱ δὲ πολέμιοι τῷ τε πλήθει τῷ σφετέρῳ εἰκῆ πίσυνοι καὶ διὰ τὸ μὴ ἐπεξιέναι τοὺς Ῥωμαίους εἰς μάχην ἐπαρθέντες ἀνέβαινον ἐπὶ τὸ ὄρος πυκνώσαντες τοὺς λόχους· καὶ οἱ Ῥωμαῖοι παρέντες αὐτοὺς ἀναβῆναι καθʼ ἡσυχίαν καὶ πολλὰ πονεῖν περὶ τῷ σταυρώματι ἐάσαντες, ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης διασπάσαντες κατὰ πολλὰ μέρη τὸν χάρακα ἐμπίπτουσιν αὐτοῖς· καὶ οἱ μὲν εἰς χεῖρας καταστάντες τοῖς ξίφεσιν ἐμάχοντο, οἱ δʼ ἀπὸ τῶν ἐρυμάτων λίθοις τε καὶ σαυνίοις καὶ λόγχαις τοὺς ἐπιόντας ἔβαλλον, βέλος δʼ οὐδὲν ἄσκοπον ἦν πεπιλημένων γʼ ἐν βραχεῖ χωρίῳ πολλῶν.