Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τʼ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπʼ αὐτούς. πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφʼ ἁρπαγήν τε καὶ ὠφέλειαν.
ἐπεὶ δὲ προσβαλόντες τῷ λόφῳ τόν τε χάρακα περιέστησαν καὶ τὰ περισταυρώματα διασπᾶν ἐπεχείρουν, πρῶτοι μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς πεζοὶ μαχόμενοι διὰ τὴν τοῦ χωρίου φύσιν ἐξέδραμον ἐπʼ αὐτούς, ἔπειτα τούτων κατόπιν οἱ καλούμενοι τριάριοι πυκνώσαντες τοὺς λόχους· οὗτοι δʼ εἰσὶν οἱ πρεσβύτατοι τῶν στρατευομένων, οἷς τὰ στρατόπεδα
κατʼ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δʼ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον. ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δʼ οὐκ ἀντεξῄεσαν.