Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τῇ δʼ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος· καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος. ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.
Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δʼ, ἐπειδὴ ἡμέρα τʼ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν. σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν,
εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών. Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δʼ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν. νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον.