Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

σοῦ δέ, ὦ μῆτερ, ἐν μέρει πάλιν υἱὸς ὢν ἐγὼ δέομαι μή με παρακαλεῖν εἰς ἀνοσίους πράξεις καὶ ἀδίκους, μηδὲ μετὰ τῶν ἐχθίστων ἐμοί τε καὶ σεαυτῇ τεταγμένην πολεμίους ἡγεῖσθαι τοὺς ἀναγκαιοτάτους· ἀλλὰ παρʼ ἐμοὶ γενομένην ὥσπερ ἐστὶ δίκαιον πατρίδα τε νέμειν,

v.3p.195
ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι, τιμάς τε καρποῦσθαι τὰς ἐμάς, καὶ δόξης ἀπολαύειν τῆς ἐμῆς, τοὺς αὐτοὺς ἡγουμένην φίλους τε καὶ πολεμίους οὕσπερ ἐγώ· ἀποθέσθαι τʼ ἤδη τὸ πένθος, ὃ διὰ τὰς ἐμὰς ὑπέμεινας, ὦ ταλαίπωρε, φυγάς, καὶ παύσασθαι τιμωρουμένην με τῷ σχήματι τούτῳ.

ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον. εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν.

παυσαμένου δʼ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν· ἀλλʼ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τʼ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι· μηδʼ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ