Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἔτι δʼ αὐτῆς λεγούσης ὑπολαβὼν ὁ Μάρκιος εἶπεν· ἀδυνάτων δεομένη, μῆτερ, ἐλήλυθας ἀξιοῦσα προδοῦναί με τοῖς ἐκβαλοῦσι τοὺς ὑποδεξαμένους, καὶ τοῖς ἅπαντά με ἀφελομένοις τὰ ἐμαυτοῦ τοὺς χαρισαμένους τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν· οἷς ἐγὼ τὴν ἀρχὴν τήνδε παραλαμβάνων θεούς
θεούς τε δὴ σεβόμενος, οὓς ὤμοσα, καὶ ἀνθρώπους αἰδούμενος, οἷς τὰς πίστεις ἔδωκα, πολεμήσω Ῥωμαίοις ἄχρι τέλους. ἐὰν δʼ ἀποδιδῶσι τὴν χώραν Οὐολούσκοις, ἣν κατέχουσιν αὐτῶν βίᾳ, καὶ φίλους αὐτοὺς ποιήσωνται πάντων αὐτοῖς μεταδιδόντες τῶν ἴσων ὥσπερ Λατίνοις, διαλύσομαι τὸν πρὸς αὐτοὺς πόλεμον· ἄλλως δʼ οὔ.
ὑμεῖς μὲν οὖν, ὦ γυναῖκες, ἄπιτε καὶ λέγετε τοῖς ἀνδράσι ταῦτα καὶ πείθετε αὐτοὺς μὴ φιλοχωρεῖν τοῖς ἀλλοτρίοις ἀδίκως, ἀλλʼ ἀγαπᾶν, ἐὰν τὰ ἑαυτῶν ἔχειν τις αὐτοὺς ἐᾷ, μηδʼ ὅτι πολέμῳ λαβόντες ἔχουσι τὰ Οὐολούσκων, περιμένειν, ἕως πολέμῳ πάλιν αὐτὰ ὑπὸ τούτων ἀφαιρεθῶσιν. οὐ γὰρ ἀποχρήσει τοῖς κρατοῦσι τὰ ἑαυτῶν μόνον ἀπολαβεῖν, ἀλλὰ καὶ τὰ τῶν κρατηθέντων ἴδια ἀξιώσουσιν ἔχειν. ἐὰν δὲ περιεχόμενοι τῶν μηθὲν ὐτοῖς προσηκόντων πᾶν ὁτιοῦν πάσχειν ὑπομένωσι φυλάττοντες τὸ αὔθαδες, ἐκείνους αἰτιάσεσθε τῶν καταληψομένων κακῶν, οὐ Μάρκιον οὐδὲ Οὐολούσκους οὐδὲ τῶν ἄλλων ἀνθρώπων οὐδένα.