Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἓν δὲ κεφάλαιον ἦν ἁπάντων τῶν λόγων, μηδεμίαν αὐτοὺς ἐπενεγκεῖν κατὰ τοῦ Μαρκίου ψῆφον, ἀλλὰ μάλιστα μὲν διʼ αὐτὸν ἀφεῖναι τῆς δίκης τὸν ἄνδρα ἀναμιμνησκομένους, οἷος εἰς τὰ κοινὰ ἐγένετο καὶ ὅσους κατώρθωσεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τε καὶ ἡγεμονίας πολέμους, καὶ ὡς οὔτε ὅσια οὔτε δίκαια οὔτε προσήκοντα σφίσι ποιήσουσι, λόγων μὲν αὐτῷ μνησικακοῦντες φαύλων, ἔργων δʼ

ἀχαριστοῦντες καλῶν. εἶναι δὲ καὶ τὸν καιρὸν τῆς ἀφέσεως καλόν, ὅτε γʼ αὐτὸς ἥκει παρέχων τὸ σῶμα τοῖς διαφόροις καὶ στέρξων, ὅ τι ἂν ἐκεῖνοι περὶ αὐτοῦ διαγνῶσιν. εἰ δʼ οὐχ οἷοί τέ εἰσι διαλύσασθαι πρὸς ἐκεῖνον, ἀλλὰ χαλεπῶς καὶ ἀπαραιτήτως ἔχουσιν, ἐνθυμηθέντας, ὅτι ἡ βουλὴ δεησομένη περὶ αὐτοῦ πάρεισιν, ἄνδρες οἱ κράτιστοι τῆς πόλεως τριακόσιοι, παθεῖν τι καὶ ἐπικλασθῆναι τὰς γνώμας, καὶ μὴ διʼ ἑνὸς ἐχθροῦ τιμωρίαν τοσούτων δέησιν ἀπώσασθαι φίλων, ἀλλὰ

v.3p.96
πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν χάριτι δίκην ἀνδρὸς ἑνὸς ὑπεριδεῖν. ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν τελευταῖον ἐκεῖνον ἐπέθηκε τὸν λόγον, ὅτι ψήφου μὲν ἐπαχθείσης, ἐὰν ἀπολύσωσι τὸν ἄνδρα, διὰ τὸ μηδὲν ἀδικεῖσθαι τὸν δῆμον ὑπʼ αὐτοῦ δόξουσιν ἀφεικέναι·

ἐὰν δὲ κωλύσωσιν ἐπιτελεσθῆναι τὴν δίκην τοῖς δεομένοις ὑπὲρ αὐτοῦ φανήσονται κεχαρισμένοι.