Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
καὶ ἐδόκουν δικαιότερα οὗτοι τῶν ἑτέρων ἀξιοῦν δημοτικὸν οἰόμενοι δεῖν, ἀλλʼ οὐκ ὀλιγαρχικὸν εἶναι τὸ τοῦ δήμου δικαστήριον, καὶ τὴν περὶ τῶν ἀδικούντων τὸ κοινὸν διάγνωσιν ἁπάντων εἶναι κοινήν.
συγχωρηθέντος δʼ αὐτοῖς καὶ τούτου μόγις ὑπὸ τῶν πατρικίων, ἐπειδὴ τὴν δίκην ἐχρῆν λέγεσθαι, πρῶτος ἀνέβη Μηνύκιος, ἅτερος τῶν ὑπάτων, καὶ ἔλεξεν οὓς ἐπέστειλεν αὐτῷ λόγους ἡ βουλή· πρῶτον μὲν ἁπάσας τὰς εὐεργεσίας ὑπομιμνήσκων, ὅσας ἦν εἰληφὼς ὁ δῆμος παρὰ τῶν πατρικίων, ἔπειτʼ ἀξιῶν ἀντὶ πολλῶν καὶ καλῶν ἔργων μίαν ἀποδοθῆναι παρὰ τοῦ δήμου δεομένοις σφίσιν ἀναγκαίαν χάριν ἐπὶ τῷ κοινῷ
τῆς πόλεως ἀγαθῷ. πρὸς δὲ τούτοις ἐπαινῶν μὲν ὁμόνοιαν καὶ εἰρήνην, καὶ ὅσης εὐδαιμονίας ἑκάτερον τούτων αἴτιόν ἐστι ταῖς πόλεσιν ἐπιλεγόμενος, κατηγορῶν