Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τελευταία δὲ πίστις ἅπασίν ἐστιν ἀνθρώποις Ἕλλησί τε καὶ βαρβάροις, ἣν οὐδεὶς πώποτε ἀναιρήσει χρόνος, ἡ διʼ ὅρκων καὶ σπονδῶν ἐγγυητὰς θεοὺς ποιουμένη τῶν συμβάσεων· ὑφʼ ἧς πολλαὶ μὲν ἰδιωτῶν ἔχθραι πικραί, πολλοὶ δὲ πόλεμοι πόλεσι πρὸς πόλεις συστάντες διηλλάγησαν. καὶ ταύτην εἴ τινα λαμβάνετε τὴν πίστιν, εἴτʼ ὀλίγοις ἐπιτρέπετε τοῖς ἡγεμόσι τοῦ συνεδρίου περὶ ὅλης ὑμῖν δοῦναι τῆς βουλῆς τοὺς ὅρκους, εἴτε πάντας ἀξιοῦτε τοὺς ἐπιγραφομένους τοῖς δόγμασιν ὀμνύειν καθʼ ἱερῶν ἦ μὴν βέβαια τὰ συγκείμενα φυλάξειν.

δεξιὰς δὲ καὶ σπονδὰς καὶ πίστεις ἐπὶ θεῶν γιγνομένας μήτε σὺ διάβαλλε, Βροῦτε, μήτʼ ἀναίρει τὸ κάλλιστον ἐπιτήδευμα

v.2p.389
τῶν ἀνθρωπίνων, μηδʼ ὑμεῖς ἀνάσχησθε αὐτοῦ λέγοντος ἀνοσίων καὶ τυραννικῶν ἀνθρώπων πονηρεύματα, ἃ τῆς Ῥωμαίων ἀρετῆς πολὺ ἀπέχει.

μίαν εἰπὼν ἔτι τὴν οὔτε ἀγνοουμένην ὑπʼ οὐδενὸς ἀνθρώπων οὔτε ἀμφισβητουμένην παύσομαι. τίς δʼ ἐστὶν αὕτη; ἡ τὸ κοινὸν συμφέρον εἰσάγουσα καὶ διʼ ἀλλήλων ἀμφότερα ποιοῦσα σώζεσθαι τὰ μέρη. αὕτη μέντοι πρώτη καὶ μόνη συνάγει τε ἡμᾶς εἰς τὸ αὐτὸ καὶ οὐκ ἐάσει ποτὲ δίχʼ ἀλλήλων γενέσθαι. δεήσεται γὰρ ἀεὶ καὶ οὐδέποτε παύσεται δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δʼ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων· καὶ οὐ δόξῃ μόνον τοῦτʼ εἰκάσαντες,

ἀλλὰ καὶ ἔργῳ πειραθέντες ἴσμεν. τί οὖν δεδιττόμεθα καὶ πράγματα παρέχομεν ἀλλήλοις; τί δὲ λόγους πονηροὺς λέγομεν χρηστὰ πράγματα ἔχοντες ἐν χερσίν, ἀλλʼ οὐκ ἀναπτύξαντες αὑτοὺς καὶ τὼ χεῖρε περιβάλλοντες ἀλλήλοις ἄπιμεν εἰς τὴν πατρίδα παλαιὰν τέρψιν τῶν ἡδίστων καὶ πόθον ἁπάντων γλυκύτατον ἀποληψόμενοι, ἀλλʼ ἐπιζητοῦμεν ἀσφαλείας ἀγενήτους καὶ πίστεις ἀπίστους, ὥσπερ οἱ πολεμιώτατοι καὶ πάντα ὑποπτεύοντες ἐπὶ τὸ χεῖρον. ἡμῖν μέν, ὦ δημόται, τοῖς ἐκ τοῦ συνεδρίου μία πίστις ἀπόχρη περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς, εἰ κατέλθοιτε, κακοὺς τροφάς τε ὑμῶν ἀγαθὰς εἰδόσι καὶ

v.2p.390
ἐπιτηδεύματα νόμιμα τήν τε ἄλλην ἀρετήν, ἣν πολλάκις ἀπεδείξασθε καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους.

καὶ εἴ τι διʼ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι, τὰ γοῦν ἄλλα πιστεύομεν ὑμῖν ἔσεσθαι ἀγαθοὺς καὶ οὐδὲν δεόμεθα οὔτε ὅρκων οὔτε ὁμήρων οὔτε ἄλλης πίστεως παρὰ τοῦ πλήθους οὐδεμιᾶς· ὑμῖν μέντοι γε πρὸς οὐδὲν τῶν ἀξιουμένων ἐναντιωσόμεθα. καὶ περὶ μὲν τῆς πίστεως, ἐφʼ ᾗ διαβάλλειν ἡμᾶς Βροῦτος ἐπεχείρει, ταῦτα ἱκανά. εἰ δέ τις ὑμῖν φθόνος οὐ δίκαιος ἐγκάθηται πονηρὰ περὶ τῆς βουλῆς διανοεῖσθαι πείθων, βούλομαί τινα καὶ πρὸς τοῦτον εἰπεῖν λόγον, ὦ δημόται· καί μου πρὸς θεῶν μεθʼ ἡσυχίας καὶ προσοχῆς ἀκούσατε.