Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡμεῖς ἀπεστάλημεν ὑπὸ τῆς βουλῆς, ὦ δημόται, πρὸς ὑμᾶς οὔτε ἀπολογησόμενοι ὑπὲρ ἐκείνης οὔτε ὑμῶν κατηγορήσοντες· οὐ γὰρ ἐδόκει ταῦτα καιρὸν ἔχειν οὐδʼ εἶναι ταῖς κατεχούσαις τὸ κοινὸν τύχαις πρόσφορα· ἀλλὰ διαλύσοντες ἁπάσῃ προθυμίᾳ καὶ μηχανῇ τὴν στάσιν καὶ καταστήσοντες εἰς τὸν ἐξ ἀρχῆς κόσμον τὴν πολιτείαν, ἔχοντες δὲ τούτου τὴν ἐξουσίαν αὐτοκράτορα. ὥστε περὶ μὲν τῶν δικαίων οὐδὲν ἂν οἰόμεθα δεῖν, ὅπερ Ἰούνιος ἐποίησεν οὑτοσί, εἰς μακρὸν ἐκμηκύνειν χρόνον· ἐφʼ οἷς δὲ φιλανθρώποις διαλῦσαι τὴν στάσιν οἰόμεθα δεῖν, καὶ τίς ἡ βεβαιώσουσα τὰς ὁμολογίας ἡμῶν ἔσται πίστις, περὶ τούτων,

ἃ διεγνώκαμεν, ἐροῦμεν πρὸς ὑμᾶς. ἡμῖν ἐνθυμουμένοις, ὅτι πᾶσα θεραπεύεται στάσις ἐξ ἁπάσης πόλεως, ὅταν ἐξαιρεθῶσιν αἱ παρασχοῦσαι τὴν διαφορὰν αἰτίαι,

v.2p.387
ἀναγκαῖον ἔδοξεν εἶναι τὰς ἀρχηγοὺς τῆς διχοστασίας προφάσεις γνῶναί τε καὶ παῦσαι. εὑρόντες δὲ τὰς ἀποτόμους τῶν δανείων ἀναπράξεις τῶν παρόντων κακῶν αἰτίας γεγονυίας, οὕτως αὐτὰς διορθούμεθα. τοὺς ὀφείλοντας χρία καὶ μὴ δυναμένους διαλύσασθαι πάντας ἀφεῖσθαι τῶν ὀφλημάτων δικαιοῦμεν· καὶ εἴ τινων ἤδη τὰ σώματα ὑπερημέρων ὄντων ταῖς νομίμοις προθεσμίαις κατέχεται, καὶ ταῦτʼ ἐλεύθερα εἶναι κρίνομεν· ὅσοι τε δίκαις ἁλόντες ἰδίαις παρεδόθησαν τοῖς καταδικασαμένοις, καὶ τούτους ἐλευθέρους εἶναι βουλόμεθα, καὶ τὰς καταγνώσεις αὐτῶν ἀκύρους ποιοῦμεν.

περὶ μὲν δὴ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου συμβολαίων, ἃ τὴν ἀπόστασιν ἔδοξεν ἡμῖν ποιῆσαι, τοῦτον ἐπανορθούμεθα τὸν τρόπον· περὶ δὲ τῶν ὕστερον ἐσομένων, ὡς ἂν ὑμῖν τε τῷ δήμῳ καὶ τοῖς ἐκ τοῦ συνεδρίου κοινῇ βουλευσομένοις φανῇ, νόμου κυρωθέντος, οὕτως ἐχέτω. οὐχὶ ταῦτα μέντοι τὰ διαστήσαντα ὑμᾶς ἦν ἀπὸ τῶν πατρικίων, ὦ δημόται, καὶ τούτων εἰ τύχοιτε ἀποχρῆν ὑμῖν ᾤεσθε καὶ οὐδενὸς ἄλλου ὠρέγεσθε; δίδοται νῦν ὑμῖν· ἄπιτε ἤδη χαίροντες εἰς τὴν πατρίδα.

αἱ δὲ βεβαιώσουσαι τὰς ὁμολογίας ταύτας καὶ τὸ ἀσφαλὲς ὑμῖν παρέξουσαι πίστεις ἔσονται πᾶσαι νόμιμοί τε καὶ ἐν ἔθει τοῖς διαλυομένοις τὰς ἔχθρας. ἐπιψηφιεῖται μὲν ἡ βουλὴ ταῦτα καὶ νόμου

v.2p.388
τάξιν ἀποδώσει τοῖς γραφησομένοις· μᾶλλον δʼ ὑφʼ ὑμῶν ἐνθάδε γραφέσθω τὰ δόξαντα, καὶ ἡ βουλὴ τούτοις πείσεται.

τοῦ δὲ μενεῖν βέβαια τὰ συγχωρούμενα νῦν, καὶ μηδὲν ὕστερον ἐναντίον αὐτοῖς ὑπὸ τῆς βουλῆς ἐξενεχθήσεσθαι, πρῶτον μὲν ἡμεῖς οἱ πρέσβεις ἀνάδοχοι, διδόντες ὑμῖν σώματα καὶ ψυχὰς καὶ γενεὰς τὰς ἑαυτῶν ἐνέχυρα· ἔπειτα οἱ ἄλλοι βουλευταί, ὅσοι τῷ ψηφίσματι συνεγγραφήσονται· οὐ γὰρ δή ποτε ἀκόντων ἡμῶν γραφήσεταί τι κατὰ τοῦ δήμου. οἱ γὰρ ἡγούμενοι τοῦ συνεδρίου καὶ πρῶτοι τὰς αὑτῶν γνώμας ἀποφαινόμενοι τῶν ἄλλων ἡμεῖς ἐσμεν.