Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
περὶ μὲν δὴ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου συμβολαίων, ἃ τὴν ἀπόστασιν ἔδοξεν ἡμῖν ποιῆσαι, τοῦτον ἐπανορθούμεθα τὸν τρόπον· περὶ δὲ τῶν ὕστερον ἐσομένων, ὡς ἂν ὑμῖν τε τῷ δήμῳ καὶ τοῖς ἐκ τοῦ συνεδρίου κοινῇ βουλευσομένοις φανῇ, νόμου κυρωθέντος, οὕτως ἐχέτω. οὐχὶ ταῦτα μέντοι τὰ διαστήσαντα ὑμᾶς ἦν ἀπὸ τῶν πατρικίων, ὦ δημόται, καὶ τούτων εἰ τύχοιτε ἀποχρῆν ὑμῖν ᾤεσθε καὶ οὐδενὸς ἄλλου ὠρέγεσθε; δίδοται νῦν ὑμῖν· ἄπιτε ἤδη χαίροντες εἰς τὴν πατρίδα.
αἱ δὲ βεβαιώσουσαι τὰς ὁμολογίας ταύτας καὶ τὸ ἀσφαλὲς ὑμῖν παρέξουσαι πίστεις ἔσονται πᾶσαι νόμιμοί τε καὶ ἐν ἔθει τοῖς διαλυομένοις τὰς ἔχθρας. ἐπιψηφιεῖται μὲν ἡ βουλὴ ταῦτα καὶ νόμου
τοῦ δὲ μενεῖν βέβαια τὰ συγχωρούμενα νῦν, καὶ μηδὲν ὕστερον ἐναντίον αὐτοῖς ὑπὸ τῆς βουλῆς ἐξενεχθήσεσθαι, πρῶτον μὲν ἡμεῖς οἱ πρέσβεις ἀνάδοχοι, διδόντες ὑμῖν σώματα καὶ ψυχὰς καὶ γενεὰς τὰς ἑαυτῶν ἐνέχυρα· ἔπειτα οἱ ἄλλοι βουλευταί, ὅσοι τῷ ψηφίσματι συνεγγραφήσονται· οὐ γὰρ δή ποτε ἀκόντων ἡμῶν γραφήσεταί τι κατὰ τοῦ δήμου. οἱ γὰρ ἡγούμενοι τοῦ συνεδρίου καὶ πρῶτοι τὰς αὑτῶν γνώμας ἀποφαινόμενοι τῶν ἄλλων ἡμεῖς ἐσμεν.