Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
καὶ τὸ μὲν πρῶτον ἐπερρόθησαν ἅπαντες βοῇ μεγάλῃ λέγειν κελεύοντες· ἔπειτα
ἡμεῖς ἀπεστάλημεν ὑπὸ τῆς βουλῆς, ὦ δημόται, πρὸς ὑμᾶς οὔτε ἀπολογησόμενοι ὑπὲρ ἐκείνης οὔτε ὑμῶν κατηγορήσοντες· οὐ γὰρ ἐδόκει ταῦτα καιρὸν ἔχειν οὐδʼ εἶναι ταῖς κατεχούσαις τὸ κοινὸν τύχαις πρόσφορα· ἀλλὰ διαλύσοντες ἁπάσῃ προθυμίᾳ καὶ μηχανῇ τὴν στάσιν καὶ καταστήσοντες εἰς τὸν ἐξ ἀρχῆς κόσμον τὴν πολιτείαν, ἔχοντες δὲ τούτου τὴν ἐξουσίαν αὐτοκράτορα. ὥστε περὶ μὲν τῶν δικαίων οὐδὲν ἂν οἰόμεθα δεῖν, ὅπερ Ἰούνιος ἐποίησεν οὑτοσί, εἰς μακρὸν ἐκμηκύνειν χρόνον· ἐφʼ οἷς δὲ φιλανθρώποις διαλῦσαι τὴν στάσιν οἰόμεθα δεῖν, καὶ τίς ἡ βεβαιώσουσα τὰς ὁμολογίας ἡμῶν ἔσται πίστις, περὶ τούτων,
ἃ διεγνώκαμεν, ἐροῦμεν πρὸς ὑμᾶς. ἡμῖν ἐνθυμουμένοις, ὅτι πᾶσα θεραπεύεται στάσις ἐξ ἁπάσης πόλεως, ὅταν ἐξαιρεθῶσιν αἱ παρασχοῦσαι τὴν διαφορὰν αἰτίαι,