Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοῦ δὲ συνεληλυθότος ὄχλου κύρια ποιήσαντος τὰ δόξαντα τῇ βουλῇ, μεταστῆναι κελεύσαντες ἐκ τῆς ἀγορᾶς τοὺς ἐπὶ τὴν ἐκκλησίαν συνεληλυθότας, ἔπειτʼ ἐκάλεσαν τοὺς ὑπηρέτας ἔχοντας ξίφη, οἳ πάντας τοὺς ἐνόχους ταῖς αἰτίαις ἐν ᾧ συνεκλείσθησαν χωρίῳ περιστάντες κατεφόνευσαν. διαχρησάμενοι δὲ τούτους οὐκέτι παρεδέξαντο μήνυσιν οὐδεμίαν κατʼ οὐθενὸς τῶν ταὐτὰ βουλευσαμένων, ἀλλὰ πάντας ἀφῆκαν τῶν ἐγκλημάτων τοὺς διαφυγόντας τὴν ἐκ χειρὸς κόλασιν, ἵνα πᾶν ἐξαιρεθῇ τὸ ταραχῶδες ἐκ τῆς πόλεως.
οἱ μὲν δὴ συστήσαντες τὴν συνωμοσίαν τοιούτῳ τρόπῳ διεφθάρησαν· ἡ δὲ βουλὴ καθαρθῆναι ψηφισαμένη τοὺς πολίτας ἅπαντας, ὅτι περὶ πολιτικοῦ φόνου γνώμας ἠναγκάσθησαν ἀποδείξασθαι, ὡς οὐ θεμιτὸν αὐτοῖς ἐφʼ ἱερὰ παρεῖναι καὶ θυσιῶν κατάρχεσθαι, πρὶν ἀφοσιώσασθαι τὸ μίασμα καὶ τὴν συμφορὰν λῦσαι τοῖς εἰωθόσι καθαρμοῖς· ἐπειδὴ πᾶν ὅσον ἦν ὅσιον ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα κατὰ τὸν ἐπιχώριον νόμον ἐπράχθη, θυσίας μετὰ τοῦτο χαριστηρίους καὶ ἀγῶνας ἔκρινεν ἐπιτελεσθῆναι, καὶ τρεῖς ἡμέρας ἔθηκεν εἰς ταῦτα ἱεράς. Μανίου δὲ Τυλλίου θατέρου τῶν ὑπάτων ἐν τοῖς ἱεροῖς καὶ ἐπωνύμοις τῆς πόλεως ἀγῶσι
ὕπατοι δʼ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπεδείχθησαν Πόπλιος Οὐετούριος Γεμῖνος καὶ Πόπλιος Αἰβούτιος Ἔλβας. τούτων ὁ μὲν Αἰβούτιος ἐπὶ τῶν πολιτικῶν ἐτάχθη πραγμάτων φυλακῆς οὐ μικρᾶς δεῖσθαι δοκούντων, μή τις ἑτέρα νεωτερισθῇ πρᾶξις ἐκ τῶν πενήτων· Οὐετούριος δὲ τὴν ἡμίσειαν τῆς στρατιᾶς ἐπαγόμενος τὴν Φιδηναίων γῆν ἐδῄου κωλύοντος οὐδενὸς καὶ προσκαθεζόμενος τῇ πόλει προσβολὰς ἐποιεῖτο συνεχεῖς. οὐ δυνάμενος δὲ πολιορκίᾳ τὸ τεῖχος ἑλεῖν ἀπεχαράκου τὰ πέριξ καὶ ἀπετάφρευεν ὡς λιμῷ