Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

παρασκευασάμενος δὲ ταῦτα τοῖς μηνύσασι τὴν πρᾶξιν εἶπε ..., πρὸς τοὺς ἡγεμόνας τῶν συνωμοτῶν ἥκειν εἰς τὴν ἀγορὰν περὶ μέσας νύκτας, ἄγοντας οἷς μάλιστα πιστεύουσι τῶν ἑταίρων, ὡς ἐκεῖ τάξιν τε καὶ χώραν καὶ σύνθημα ληψομένους, καὶ ἃ δεῖ

v.2p.224
πράττειν ἑκάστους ἀκούσοντας. ἐγίγνετο ταῦτα· καὶ ἐπειδὴ συνήχθησαν οἱ προεστηκότες τῶν ἑταίρων ἅπαντες εἰς τὴν ἀγοράν, διὰ συνθημάτων ἀδήλων ἐκείνοις εὐθὺς αἵ τε ἄκραι πλήρεις ἐγίγνοντο τῶν ὑπὲρ τῆς πόλεως ἀνειληφότων τὰ ὅπλα καὶ τὰ περὶ τὴν ἀγορὰν ὑπὸ τῶν ἱππέων ἐφρουρεῖτο κύκλῳ, μία τε οὐ κατελείπετο τοῖς ἀπιέναι βουλομένοις ἔξοδος.

καὶ κατὰ τὸν αὐτὸν χρόνον ὁ ἕτερος τῶν ὑπάτων Μάνιος ἀπὸ τῆς Φιδήνης ἀναστὰς παρῆν εἰς τὸ πεδίον ἄγων τὴν δύναμιν. ὡς δʼ ἡμέρα τάχιστα διέλαμψεν, ὁπλίτας περὶ ἑαυτοὺς ἔχοντες οἱ ὕπατοι προῆλθον ἐπὶ τὸ βῆμα· καὶ διὰ πάντων τῶν στενωπῶν τοῖς κήρυξι περιαγγεῖλαι κελεύσαντες ἥκειν τὸν δῆμον εἰς ἐκκλησίαν, παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου συνδραμόντος, δηλοῦσί τε αὐτοῖς τὴν γενομένην ἐπὶ τῇ καθόδῳ τοῦ τυράννου συνωμοσίαν καὶ τοὺς μηνυτὰς ἀναβιβάζονται.

καὶ μετὰ τοῦτʼ ἀπολογεῖσθαι συγχωρήσαντες, ἐάν τινες ἀμφισβητῶσι πρὸς τὴν μήνυσιν, ἐπειδὴ πρὸς ἄρνησιν οὐδεὶς ἐπεχείρησε τραπέσθαι, μεταστάντες ἐκ τῆς ἀγορᾶς εἰς τὸ βουλευτήριον γνώμας ὑπὲρ αὐτῶν διηρώτησαν τοὺς συνέδρους, καὶ γραψάμενοι τὰ δόξαντα αὐτοῖς ἧκον αὖθις ἐπὶ τὴν ἐκκλησίαν καὶ τὸ προβούλευμα ἀνέγνωσαν. ἦν δὲ τοιόνδε· Ταρκυνίοις μὲν τοῖς μηνύσασι τὴν ἐπίθεσιν πολιτείαν δεδόσθαι καὶ ἀργυρίου μυρίας ἑκατέρῳ δραχμὰς καὶ πλέθρα γῆς δημοσίας εἴκοσι·

v.2p.225
τοὺς δὲ μετασχόντας τῆς συνωμοσίας συλληφθέντας ἀποθανεῖν, ἐὰν καὶ τῷ δήμῳ ταὐτὰ δοκῇ.