Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν ἀναστήσας τοῦ στρατοῦ τὸ κράτιστον μέρος ἦγεν ἐπὶ τὸν χάρακα σιωπᾶν ἅπασι παραγγείλας καὶ μὴ ποιεῖν ψόφον τῶν ὅπλων, ἵνα μὴ γνοῖεν ἥκοντας αὐτοὺς οἱ πολέμιοι, πρὶν ἐπὶ τῷ ἐρύματι γένωνται. ὡς δὲ πλησίον ἐγένοντο τοῦ χάρακος οἱ πρῶτοι πορευόμενοι καὶ οὔτε φέγγη λαμπτήρων ἑώρων οὔτε φωνὰς φυλάκων κατήκουον, πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς καὶ ἐντὸς τοῦ χάρακος καθευδόντων, ἐνεπίμπλασαν ὕλης
παρεκάθηντο δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν περισταυρωμάτων οἱ Ῥωμαῖοι κατὰ σπείρας ἀφανεῖς διὰ τὸ σκότος, καὶ τοὺς διαβαίνοντας αὐτῶν, ὅτε γένοιντο ἐν χερσίν, ἐφόνευον. μέχρι μὲν οὖν τινος ἐλάνθανε τοὺς ὑστέρους προσιόντας ὁ τῶν προηγουμένων ὄλεθρος· ἐπεὶ δὲ φῶς ἐγένετο σελήνης ἀνισχούσης οἱ πλησιάζοντες τῇ τάφρῳ σωρούς θʼ ὁρῶντες οἰκείων νεκρῶν παρʼ αὐτῇ καὶ στίφη πολεμίων καρτερὰ ὁμόσε χωροῦντα, ῥίψαντες τὰ