Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὁ μὲν δὴ Σέξτος ταῦτα βουλευσάμενος καὶ τοῖς λοχαγοῖς φράσας, ἐπειδὴ κἀκείνοις ἦν βουλομένοις, περιέμεινε τὸν καιρόν· αὐτόμολος δέ τις ἐλθὼν εἰς τὸν χάρακα τῶν Ῥωμαίων μηνύει τὴν διάνοιαν αὐτοῦ πρὸς τὸν ὕπατον, καὶ μετʼ οὐ πολὺ τῶν ἱππέων τινὲς ἧκον ἄγοντες αἰχμαλώτους τῶν Σαβίνων, οὓς ἐπὶ ξυλισμὸν ἐξεληλυθότας συνέλαβον. οὗτοι χωρὶς ἀλλήλων ἀνακρινόμενοι, τί παρασκευάζεται· πράττειν
ταῦτα μαθὼν ὁ Οὐαλέριος ἀποστέλλει τὸν πρεσβευτὴν Λάρκιον εἰς τὸν ἕτερον χάρακα τήν τε διάνοιαν τῶν πολεμίων ἀπαγγελοῦντα τῷ κατέχοντι τὴν παρεμβολὴν ἐκείνην Λουκρητίῳ, καὶ τίνα χρὴ τρόπον ἐπιχειρεῖν τοῖς πολεμίοις ὑποθησόμενον· αὐτὸς δὲ τοὺς ταξιάρχους καὶ λοχαγοὺς καλέσας καὶ φράσας ὅσα τοῦ τʼ αὐτομόλου καὶ τῶν αἰχμαλώτων ἤκουσε καὶ παρακαλέσας ἄνδρας ἀγαθοὺς εἶναι καιρὸν εἰληφέναι νομίσαντας εὐχῆς ἄξιον, ἐν ᾧ δίκας λήψονται παρὰ τῶν ἐχθρῶν καλάς, ἅ τε δέοι πράττειν ἑκάστοις ὑποθέμενος καὶ τὸ σύνθημα δοὺς ἀπέλυσεν ἐπὶ τὰς τάξεις.