Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐπεὶ δὲ πάντα παρεσκεύαστο αὐτοῖς, πρότεροι μὲν ἐξῆλθον οἱ Σαβῖνοι Τυρρηνῶν ἔχοντες δύναμιν ἱκανὴν πρὸς συμμαχίαν καὶ καταστρατοπεδεύονται Φιδήνης πλησίον περὶ τὰς συμβολὰς τοῦ τε Ἀνίητος καὶ τοῦ Τεβέριος ποταμοῦ διττοὺς βαλόμενοι τοὺς χάρακας ἐναντίους τε καὶ συνεχεῖς ἀλλήλοις, μέσον ἔχοντες τὸ κοινὸν ἐξ ἀμφοτέρων τῶν ποταμῶν ῥεῖθρον, ἐφʼ οὗ κατεσκεύαστο γέφυρα ξυλόφρακτος σκάφαις ἀνεχομένη καὶ σχεδίαις ἡ ποιοῦσα ταχείας τὰς πρὸς ἀλλήλους ἀφίξεις καὶ τὸν χάρακα ἕνα.
πυθόμενος δὲ τὴν εἰσβολὴν αὐτῶν ὁ Ταρκύνιος ἐξῆγε καὶ αὐτὸς τὸ Ῥωμαίων στράτευμα καθιδρύεταί τε μικρὸν ἀνωτέρω τῆς ἐκείνων στρατοπεδείας παρὰ τὸν Ἀνίητα ποταμὸν ἐπὶ λόφου τινὸς καρτεροῦ. ἁπάσῃ δὲ προθυμίᾳ πρὸς τὸν πόλεμον ὡρμημένων ἀμφοτέρων οὐδεὶς ἀγὼν ἐκ παρατάξεως οὔτε μείζων οὔτʼ ἐλάσσων αὐτοῖς συνέστη. ἔφθασε γὰρ ὁ Ταρκύνιος ἀγχινοίᾳ στρατηγικῇ πάντα συντρίψας τὰ τῶν Σαβίνων πράγματα καὶ τὰς παρεμβολὰς αὐτῶν ἀμφοτέρας ἀράμενος. τὸ δὲ στρατήγημα τοῦ ἀνδρὸς τοιόνδε ἦν·
σκάφας ποταμηγοὺς καὶ σχεδίας ξύλων αὔων καὶ φρυγάνων γεμούσας, ἔτι δὲ πίσσης τε καὶ θείου παρασκευασάμενος ἐπὶ θατέρου τῶν ποταμῶν, παρʼ ὃν αὐτὸς ἐστρατοπεδεύκει, ἔπειτα φυλάξας ἄνεμον οὔριον περὶ τὴν ἑωθινὴν φυλακὴν πῦρ ἐνεῖναι ταῖς ὕλαις ἐκέλευσε καὶ μεθεῖναι τὰς σκάφας καὶ τὰς σχεδίας φέρεσθαι κατὰ ῥοῦν. αἱ δὲ ἐν ὀλίγῳ πάνυ χρόνῳ διελθοῦσαι τὸν μεταξὺ πόρον ἐμπίπτουσι τῇ
γεφύρᾳ καὶ ἀνάπτουσιν αὐτὴν πολλαχόθεν. τῶν δὲ Σαβίνων ᾡς εἶδον ἄφνω πολλὴν φλόγα φερομένην συνδραμόντων ἐπὶ τὴν βοήθειαν καὶ πάντα μηχανωμένων ὅσα σβεστήρια τοῦ πυρὸς ἦν, ἧκεν ὁ Ταρκύνιος περὶ τὸν ὄρθρον ἄγων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν καὶ προσβαλὼν θατέρῳ χάρακι τῶν μὲν πλείστων ἐκλελοιπότων τὰς φυλακὰς διὰ τὴν ἐπὶ τὰ καιόμενα ὁρμήν, ὀλίγων δέ τινων πρὸς ἀλκὴν τραπομένων,
ἐγκρατὴς αὐτοῦ γίνεται δίχα πόνου. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο χρόνῳ καὶ τὸν ἕτερον τῶν Σαβίνων χάρακα τὸν ἐπέκεινα τοῦ ποταμοῦ κείμενον ἑτέρα δύναμις Ῥωμαίων ἐπελθοῦσα αἱρεῖ, ἣ προαπέσταλτο μὲν ὑπὸ Ταρκυνίου περὶ πρῶτον ὕπνον, διεληλύθει δὲ τὸν ἐκ τῶν δυεῖν ποταμῶν ἕνα γενόμενον ἐν σκάφαις καὶ σχεδίαις καθʼ ὃ μέρος περαιουμένη λήσεσθαι ἔμελλε τοὺς Σαβίνους, πλησίον δὲ τῆς ἑτέρας ἐγεγόνει παρεμβολῆς ἅμα τῷ θεάσασθαι τὴν γέφυραν καιομένην· τοῦτο γὰρ ἦν αὐτῇ τὸ σύνθημα