Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα διαπραξάμενος ἐπὶ τὰς πόλεις τῶν Λατίνων ἦγε τὴν δύναμιν, ὡς μάχῃ τὰς μὴ προσχωρούσας αὐτῷ παραστησόμενος· οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας. ἅπαντες γὰρ εἰς ἱκεσίας καὶ δεήσεις ἐτράποντο καὶ πρέσβεις ἀπὸ τοῦ κοινοῦ πέμψαντες καταλύσασθαι τὸν πόλεμον ἠξίουν ἐφʼ οἷς αὐτὸς ἠβούλετο καὶ τὰς πόλεις παρέδοσαν.

γενόμενος δὲ τῶν

v.1p.374
πόλεων κατὰ τάσδε τὰς ὁμολογίας ὁ βασιλεὺς κύριος ἐπιεικέστατα πάσαις προσηνέχθη καὶ μετριώτατα. οὔτε γὰρ ἀπέκτεινεν οὔτε φεύγειν ἠνάγκασεν οὔτε χρήμασιν ἐζημίωσε Λατίνων οὐδένα γῆν τε αὐτοῖς καρποῦσθαι τὴν ἑαυτῶν ἐπέτρεψε καὶ πολιτεύμασι χρήσασθαι τοῖς πατρίοις ἐφῆκεν, ἀποδοῦναι δὲ αὐτοὺς ἐκέλευσε Ῥωμαίοις τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους ἄνευ λύτρων θεράποντάς τε ἀποκαταστῆσαι τοῖς δεσπόταις ὅσων ἐγένοντο κατὰ τὰς προνομὰς κύριοι καὶ χρήματα ὅσα τοὺς γεωργοὺς ἀφείλοντο διαλῦσαι καὶ εἴ τι ἄλλο κατέβλαψαν ἢ διέφθειραν ἐν ταῖς εἰσβολαῖς ἐπανορθῶσαι.

ταῦτα δὲ ποιήσαντας εἶναι φίλους Ῥωμαίων καὶ συμμάχους ἅπαντα πράττοντας ὅσα ἂν ἐκεῖνοι κελεύωσιν. ὁ μὲν δὴ πρὸς Λατίνους συστὰς Ῥωμαίοις πόλεμος εἰς τοῦτο τὸ τέλος κατέσκηψε, καὶ βασιλεὺς Ταρκύνιος τὸν ἐπινίκιον ἐκ τοῦ πολέμου τούτου κατήγαγε θρίαμβον.

τῷ δʼ ἑξῆς ἔτει παραλαβὼν τὴν δύναμιν ἐπὶ Σαβίνους ἦγεν ἐκ πολλοῦ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν παρασκευὴν τὴν ἐφʼ ἑαυτοὺς προεγνωκότας. οὐχ ὑπομείναντες δὲ εἰς τὴν ἑαυτῶν χώραν παρεῖναι τὸν πόλεμον, ἀλλʼ ἀντιπαρασκευασάμενοι δύναμιν ἱκανὴν ἐχώρουν ὁμόσε. γενομένης δὲ αὐτοῖς μάχης περὶ τὰ μεθόρια τῆς χώρας ἄχρι νυκτὸς ἐνίκων μὲν οὐδέτεροι, πάνυ δʼ ἰσχυρῶς ἐπόνησαν ἀμφότεροι.

ταῖς γοῦν ἑξῆς ἡμέραις οὔτε ὁ τῶν Σαβίνων ἡγεμὼν προῆγεν ἐκ τοῦ χάρακος τὰς δυνάμεις οὔτε ὁ τῶν

v.1p.375
Ῥωμαίων βασιλεύς, ἀλλʼ ἀναστρατοπεδεύσαντες ἀμφότεροι καὶ τῆς ἀλλήλων γῆς οὐδὲν κακώσαντες ἀπῄεσαν ἐπʼ οἴκου. γνώμη δʼ ἀμφοτέρων ἦν ὁμοία μείζονα δύναμιν ἑτέραν ἐπὶ τὴν ἀλλήλων χώραν ἐξάγειν ἔαρος ἀρχομένου.