Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πολλῶν δʼ ἐν τῇ καταλήψει τῆς πόλεως ἀπολλυμένων τοὺς λοιποὺς τῶν Φιδηναίων ὅπλα τε παραδοῦναι κελεύσας ὁ Μάρκιος καὶ εἰς ἕνα τόπον τῆς πόλεως ἅπαντας προκηρύξας συνελθεῖν, ὀλίγους ἐξ αὐτῶν τοὺς αἰτίους τῆς ἀποστάσεως μάστιξιν αἰκισάμενος ἀπέκτεινεν, οἰκίας δʼ ἁπάντων διαρπάσαι τοῖς στρατιώταις ἐπιτρέψας καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἀξιόχρεων ἀπῆγε τὴν δύναμιν ἐπὶ Σαβίνους.

οὐδὲ γὰρ ἐκεῖνοι διέμειναν ἐν ταῖς ὁμολογίαις, αἷς ἐποιήσαντο περὶ τῆς εἰρήνης πρὸς βασιλέα Τύλλον, ἀλλʼ ἐμβαλόντες εἰς τὴν Ῥωμαίων γῆν ἐδῄουν αὖθις τὴν ὅμορον, μαθών τε ὁ Μάρκιος παρά τε κατασκόπων καὶ αὐτομόλων τον καιρὸν τῆς ἐπιχειρήσεως ἐσκεδασμένων τῶν Σαβίνων καὶ λεηλατούντων τοὺς ἀγροὺς αὐτὸς μὲν ἅμα τοῖς πεζοῖς

v.1p.354
ἐπὶ τὸν χάρακα τῶν πολεμίων ἀφικόμενος ὀλίγην ἔχοντα φυλακὴν καταλαμβάνει τὸ ἔρυμα ἐξ ἐφόδου, Ταρκύνιον δὲ τοὺς ἱππεῖς ἄγοντα ἐπὶ τοὺς ἐν προνομαῖς ἐσκεδασμένους ἐπείγεσθαι ἐκέλευε.

μαθόντες δὲ οἱ Σαβῖνοι τὴν ἵππον τῶν Ῥωμαίων ἐπὶ σφᾶς ἐλαύνουσαν ἀφέντες τὴν λείαν καὶ τὰς ἄλλας ὠφελείας, ὅσας ἔφερόν τε καὶ ἦγον, ἔφευγον ἐπὶ τὸν χάρακα· ὡς δὲ κἀκεῖνον ἔγνωσαν κατεχόμενον ὑπὸ τῶν πεζῶν, ἀποροῦντες ὅποι τράποιντο συνέτειναν εἰς ὕλας τε καὶ ὄρη. διωκόμενοι δὲ ὑπὸ τῶν ψιλῶν καὶ τῶν ἱππέων ὀλίγοι μέν τινες ἐσώθησαν, οἱ δὲ πλείους διεφθάρησαν. καὶ μετὰ τὴν συμφορὰν ταύτην πρεσβευσάμενοι πάλιν εἰς Ῥώμην εἰρήνης τυγχάνουσιν οἵας ἐβούλοντο. ἔτι γὰρ ὁ πρὸς τὰς Λατίνων πόλεις συνεστηκὼς τοῖς Ῥωμαίοις πόλεμος ἀναγκαίας ἐποίει τὰς πρὸς τοὺς ἄλλους ἐχθροὺς ἀνοχάς τε καὶ διαλύσεις.

τετάρτῳ δὲ μάλιστα μετὰ τόνδε τὸν πόλεμον ἐνιαυτῷ Μάρκιος ὁ τῶν Ῥωμαίων βασιλεὺς τήν τε πολιτικὴν δύναμιν ἄγων καὶ τὴν συμμαχικὴν μεταπεμψάμενος ὅσην ἐδύνατο πλείστην ἐστράτευσεν ἐπὶ Οὐιεντανοὺς καὶ πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσεν. ἐκεῖνοι δʼ ἤρξαντο ἐνιαυτῷ πρότερον εἰς τὴν Ῥωμαίων γῆν ἐμβαλόντες καὶ πολλὰς μὲν ἁρπαγὰς χρημάτων, πολὺν δὲ ἀνθρώπων ὄλεθρον ποιήσαντες·

v.1p.355