Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἧς ὁ Τυρρηνὸς Ταρκύνιος ἡγεῖτο. ἀπέστησαν δὲ καὶ Φιδηναῖοι Ῥωμαίων κατὰ τοὺς αὐτοὺς χρόνους οὐκ ἐκ τοῦ φανεροῦ τὸν πόλεμον ἀναδείξαντες, ἀλλὰ κατʼ ὀλίγους καὶ κρύφα τὴν χώραν αὐτῶν καταδρομαῖς κακουργοῦντες· ἐφʼ οὓς ὁ Μάρκιος εὐζώνῳ στρατιᾷ ἐλάσας, πρὶν ἢ παρασκευάσασθαι τοὺς Φιδηναίους τὰ πρὸς τὸν πόλεμον, ἐγγὺς τῆς πόλεως τίθεται τὸν χάρακα.

οἱ δὲ κατʼ ἀρχὰς μὲν ἀγνοεῖν ἐσκήπτοντο ἀντὶ ποίων ἀδικημάτων στρατὸς ἐπʼ αὐτοὺς Ῥωμαίων ἀφῖκται, τοῦ δὲ βασιλέως εἰπόντος ὅτι δίκας παρʼ αὐτῶν ἥκει ληψόμενος ὧν διήρπασάν τε καὶ κατέβλαψαν αὐτοῦ τὴν γῆν, ἀπελογοῦντο προς ταῦτα ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη τῶν ἀδικημάτων, καὶ χρόνον ᾐτοῦντο εἰς διάγνωσίν τε καὶ ζήτησιν τῶν ἐνόχων ταῖς αἰτίαις καὶ πολλὰς κατέτριψαν ἡμέρας πράττοντες μὲν οὐδὲν τῶν δεόντων, ἐπικαλούμενοι δὲ κρύφα τοὺς συμμάχους καὶ περὶ κατασκευὴν ὅπλων γινόμενοι.

μαθὼν δὲ τὴν διάνοιαν αὐτῶν ὁ Μάρκιος ὑπονόμους ὤρυττεν ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀρξάμενος ὑπὸ τὰ τείχη τῆς πόλεως, καὶ ἐπειδὴ τέλος εἶχεν ἤδη τὸ ἔργον, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ

v.1p.353
τὴν πόλιν, μηχανάς τε πολλὰς καὶ κλίμακας καὶ τἆλλα πρὸς τειχομαχίαν κατεσκευασμένα ἐπαγόμενος, οὐ καθʼ ὃν αἱ διώρυγες ἐγίνοντο τοῦ τείχους τόπον, ἀλλὰ

καθʼ ἕτερον. τῶν δὲ Φιδηναίων ἐπὶ τὰ πολιορκούμενα μέρη τῆς πόλεως συνδραμόντων ἀθρόων καὶ τὰς προσβολὰς γενναίως ἀποτριβομένων ἀναστομώσαντες τὰ πέρατα τῶν ὑπονόμων οἱ ταχθέντες ἐπὶ τούτῳ Ῥωμαῖοι ἐντὸς ἐγεγόνεσαν τοῦ περιβόλου καὶ τοὺς ὁμόσε χωροῦντας διαφθείραντες ἀνοίγουσι τοῖς πολιορκοῦσι τὰς πύλας.