Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν ὁ Τύλλος εἶπεν· οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδʼ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί. ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες

v.1p.336
ἀπολεῖσθε ὑπὸ τούτων· δείξας τοὺς ἔχοντας τὰ ξίφη. δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι. δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν ἢ Ῥώμην κατοικεῖν ἢ μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα.

οἴχεται γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπʼ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων. ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα. Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως.

ταῦτα λέξαντος αὐτοῦ τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν, οἷα δὴ κρατούμενον ἀνάγκῃ ἀφύκτῳ, τὸν δὲ Φουφέττιον ἀγανακτοῦντα ἔτι καὶ κεκραγότα μόνον τάς τε συνθήκας ἀνακαλούμενον, ἃς αὐτὸς ἐξηλέγχθη παρασπονδῶν, καὶ οὐδʼ ἐν κακοῖς τοῦ θράσους ὑφιέμενον οἱ ῥαβδοῦχοι κελεύσαντος τοῦ βασιλέως Τύλλου συλλαβόντες καὶ τὴν ἐσθῆτα περικαταρρήξαντες ἔξαινον τὸ σῶμα μάστιξι πάνυ πολλαῖς.

ἐπεὶ δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, προσελάσαντες δύο συνωρίδας τῇ μὲν ἑτέρᾳ προσήρτων τοὺς βραχίονας αὐτοῦ, τῇ δʼ ἑτέρᾳ τοὺς πόδας ῥυτῆρσι κατεχομένους μακροῖς· ἐλαυνόντων δὲ τῶν ἡνιόχων τὰς συνωρίδας ἀπʼ ἀλλήλων ξαινόμενός τε περὶ τῇ γῇ καὶ ἀνθελκόμενος

v.1p.337
ὑφʼ ἑκατέρας ἐπὶ τἀναντία ὁ δείλαιος ἐν ὀλίγῳ διασπᾶται χρόνῳ.

Μέττιος μὲν δὴ Φουφέττιος οὕτως οἰκτρᾶς καὶ ἀσχήμονος τελευτῆς ἔτυχε, τοῖς δʼ ἑταίροις αὐτοῦ καὶ συνειδόσι τὴν προδοσίαν αὐτοῦ δικαστήρια ὁ βασιλεὺς καθίσας τοὺς ἁλόντας ἐξ αὐτῶν κατὰ τὸν τῶν λειποτακτῶν τε καὶ προδοτῶν νόμον ἀπέκτεινεν.

ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, Μάρκος Ὁράτιος ὁ προαπεσταλμένος μετὰ τῶν ἐπιλέκτων ἐπὶ τὴν καθαίρεσιν τῆς Ἄλβας ταχέως διανύσας τὴν ὁδὸν καὶ καταλαβὼν πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον εὐπετῶς γίνεται τῆς πόλεως κύριος. συναγαγὼν δὲ τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε πραχθέντα κατὰ τὴν μάχην ἅπαντα ἐδήλωσεν αὐτοῖς καὶ

το ψήφισμα τῆς Ῥωμαίων βουλῆς διεξῆλθεν. ἀντιβολούντων δὲ τῶν ἀνθρώπων καὶ χρόνον εἰς πρεσβείαν αἰτουμένων οὐδεμίαν ἀναβολὴν ποιησάμενος τὰς μὲν οἰκίας καὶ τὰ τείχη καὶ εἴ τι ἄλλο κατασκεύασμα ἰδιωτικὸν ἢ δημόσιον ἦν κατέσκαπτε, τοὺς δὲ ἀνθρώπους μετὰ πολλῆς φροντίδος παρέπεμπεν εἰς Ῥώμην ἄγοντάς τε τὰ ἑαυτῶν χρήματα καὶ φέροντας·

οὓς ὁ Τύλλος ἀφικόμενος ἀπὸ στρατοπέδου ταῖς Ῥωμαίων φυλαῖς καὶ φράτραις ἐπιδιεῖλεν οἰκήσεις τε συγκατεσκεύασεν ἐν οἷς αὐτοὶ προῃροῦντο τῆς πόλεως τόποις καὶ τῆς δημοσίας γῆς τὴν ἀρκοῦσαν τοῖς θητεύουσιν ἐξ αὐτῶν ἀπεμέριζε ταῖς τε ἄλλαις

v.1p.338

φιλανθρωπίαις ἀνελάμβανε τὸ πλῆθος. ἡ μὲν δὴ τῶν Ἀλβανῶν πόλις, ἣν ἔκτισεν Ἀσκάνιος ὁ ἐξ Αἰνείου τοῦ Ἀγχίσου καὶ Κρεούσης τῆς Πριάμου θυγατρός, ἔτη διαμείνασα μετὰ τὸν οἰκισμὸν πεντακόσια τριῶν ἐπὶ τοῖς δέκα δέοντα, ἐν οἷς πολλὴν ἔσχεν ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην ἅπασαν εὐδαιμονίαν ἡ τὰς τριάκοντα Λατίνων ἀποικίσασα πόλεις καὶ πάντα τὸν χρόνον ἡγησαμένη τοῦ ἔθνους, ὑπὸ τῆς ἐσχάτης ἀποικήσεως καθαιρεθεῖσα ἔρημος εἰς τόδε χρόνου διαμένει.

βασιλεὺς δὲ Τύλλος τὸν ἐπιόντα χειμῶνα διαλιπὼν ἔαρος ἀρχομένου στρατὸν ἐπὶ Φιδηναίους πάλιν ἐξάγει. τοῖς δὲ Φιδηναίοις κοινῇ μὲν οὐδʼ ἡτισοῦν βοήθεια ἐξ οὐδεμιᾶς τῶν συμμαχίδων ἀφίκετο πόλεων, μισθοφόροι δέ τινες ἐκ πολλῶν συνερρύησαν τόπων, οἷς πιστεύσαντες ἐθάρρησαν ἐκ τῆς πόλεως προελθεῖν· παραταξάμενοι δὲ καὶ πολλοὺς μὲν ἀποκτείναντες ἐν τῇ μάχῃ, πολλῷ δʼ ἔτι πλείους ἀποβαλόντες

κατεκλείσθησαν πάλιν εἰς τὸ ἄστυ. ὡς δὲ περιχαρακώσας αὐτῶν τὴν πόλιν ὁ Τύλλος καὶ περιταφρεύσας εἰς τὴν ἐσχάτην κατέκλεισε τοὺς ἔνδον ἀπορίαν, ἠναγκάσθησαν τῷ βασιλεῖ παραδοῦναι σφᾶς αὐτοὺς ἐφʼ οἷς αὐτὸς ἐβούλετο. γενόμενος δὲ τὸν τρόπον τοῦτον ὁ βασιλεὺς τῆς πόλεως κύριος τοὺς αἰτίους τῆς ἀποστάσεως ἀποκτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἀπολύσας καὶ τὰ σφέτερα πάντα καρποῦσθαι

v.1p.339
τὸν αὐτὸν ἐάσας τρόπον τήν τε πολιτείαν, ἣν πρότερον εἶχον, ἀποδοὺς αὐτοῖς διέλυσε τὴν στρατιὰν καὶ παραγενόμενος εἰς Ῥώμην τὴν τροπαιοφόρον ἀπεδίδου τοῖς θεοῖς πομπήν τε καὶ θυσίαν δεύτερον ἐκεῖνον κατάγων θρίαμβον.

μετὰ δὲ τοῦτον τὸν πόλεμον ἕτερος ἀνέστη Ῥωμαίοις ἐκ τοῦ Σαβίνων ἔθνους, ἀρχὴ δὲ αὐτοῦ καὶ πρόφασις ἐγένετο τοιάδε· ἱερόν ἐστι κοινῇ τιμώμενον ὑπὸ Σαβίνων τε καὶ Λατίνων ἅγιον ἐν τοῖς πάνυ θεᾶς Φερωνείας ὀνομαζομένης, ἣν οἱ μεταφράζοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν οἱ μὲν Ἀνθοφόρον, οἱ δὲ Φιλοστέφανον, οἱ δὲ Φερσεφόνην καλοῦσιν· εἰς δὴ τὸ ἱερὸν τοῦτο συνῄεσαν ἐκ τῶν περιοίκων πόλεων κατὰ τὰς ἀποδεδειγμένας ἑορτὰς πολλοὶ μὲν εὐχὰς ἀποδιδόντες καὶ θυσίας τῇ θεῷ, πολλοὶ δὲ χρηματιούμενοι διὰ τὴν πανήγυριν ἔμποροί τε καὶ χειροτέχναι καὶ γεωργοί, ἀγοραί τε αὐτόθι λαμπρόταται τῶν ἐν ἄλλοις τισὶ τόποις τῆς Ἰταλίας ἀγομένων ἐγίνοντο.

εἰς ταύτην δὲ τὴν πανήγυριν ἐλθόντας ποτὲ Ῥωμαίων ἄνδρας οὐκ ἀφανεῖς Σαβῖνοί τινες ἄνδρες συναρπάσαντες ἔδησαν καὶ τὰ χρήματα ἀφείλοντο, πρεσβείας τε περὶ αὐτῶν ἀφικομένης οὐδὲν ἐβούλοντο τῶν δικαίων ποιεῖν, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα τῶν συλληφθέντων κατεῖχον ἐγκαλοῦντες καὶ αὐτοὶ Ῥωμαίοις, ὅτι τοὺς Σαβίνων φυγάδας ὑπεδέχοντο κατασκευάσαντες ἄσυλον ἱερόν, ὑπὲρ ὧν ἐν

v.1p.340

τῷ πρὸ τούτου λόγῳ δεδήλωταί μοι. ἐκ τούτων δὴ τῶν ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἐξῄεσαν εἰς ὕπαιθρον ἀμφότεροι δυνάμεσι πολλαῖς, γίνεταί τε αὐτῶν ἐκ παρατάξεως ἀγών· διέμενον γὰρ ἀγχωμάλως ἀγωνιζόμενοι καὶ διελύθησαν ὑπὸ τῆς νυκτὸς ἀμφίλογον καταλιπόντες τὸ νίκημα. ταῖς δʼ ἑξῆς ἡμέραις μαθόντες ἀμφότεροι τῶν τε ἀπολωλότων καὶ τῶν τραυματιῶν τὸ πλῆθος οὐκέτι πεῖραν ἐβούλοντο ἑτέρου λαβεῖν ἀγῶνος, ἀλλʼ ἐκλιπόντες τοὺς χάρακας ἀπῄεσαν·

καὶ διαλιπόντες τὸν ἐνιαυτὸν ἐκεῖνον πάλιν ἐξῄεσαν ἐπʼ ἀλλήλους μείζονας παρασκευασάμενοι δυνάμεις, γίνεταί τε αὐτῶν περὶ πόλιν Ἠρητὸν ἀπὸ σταδίων ἑξήκοντα καὶ ἑκατὸν τῆς Ῥώμης ἀγών, ἐν ᾧ πολλοὺς μὲν ἀμφοτέρων συνέβη πεσεῖν· ἰσορρόπου δὲ κἀκείνης τῆς μάχης ἐπὶ πολὺν χρόνον διαμενούσης ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὁ Τύλλος εὔξατο τοῖς θεοῖς, ἐὰν νικήσῃ τῇ τόθʼ ἡμέρᾳ Σαβίνους, Κρόνου τε καὶ Ῥέας καταστήσεσθαι δημοτελεῖς ἑορτάς, ἃς ἄγουσι Ῥωμαῖοι καθʼ ἕκαστον ἐνιαυτὸν ὅταν ἅπαντας τοὺς ἐκ γῆς συγκομίσωσι καρπούς, καὶ τὸν τῶν Σαλίων καλουμένων διπλασιάσειν ἀριθμόν. οὗτοι δʼ εἰσὶ πατέρων εὐγενῶν ἐνοπλίους ὀρχήσεις κινούμενοι πρὸς αὐλὸν ἐν τοῖς καθήκουσι χρόνοις καὶ ὕμνους τινὰς ᾅδοντες πατρίους, ὡς ἐν τῷ προτέρῳ

δεδήλωκα λόγῳ. μετὰ δὲ τὴν εὐχὴν ταύτην θάρσος

v.1p.341
τι καταλαμβάνει τοὺς Ῥωμαίους καὶ ὥσπερ ἀκμῆτες εἰς κάμνοντας ὠσάμενοι διασπῶσι τὰς τάξεις αὐτῶν περὶ δείλην ὀψίαν ἤδη καὶ ἀναγκάζουσι τοὺς πρωτοστάτας ἄρξαι φυγῆς, ἀκολουθήσαντές τε αὐτοῖς φεύγουσιν ἐπὶ τὸν χάρακα καὶ περὶ τὰς τάφρους πολλῷ πλείονας καταβαλόντες, οὐδʼ οὕτως ἀπετράποντο, ἀλλὰ παραμείναντες τὴν ἐπιοῦσαν νύκτα καὶ τοὺς ἀπὸ τοῦ ἐρύματος μαχομένους ἀνείρξαντες ἐκράτησαν τῆς παρεμβολῆς.

μετὰ δὲ τοῦτο τὸ ἔργον· ὅσην ἐβούλοντο τῆς τῶν Σαβίνων λεηλατήσαντες, ὡς οὐδεὶς αὐτοῖς οὐκέτι περὶ τῆς χώρας ἐξῄει μαχησόμενος, ἀπῄεσαν ἐπʼ οἴκου. ἀπὸ ταύτης τῆς μάχης τὸν τρίτον κατήγαγε θρίαμβον ὁ βασιλεύς, καὶ μετʼ οὐ πολὺ πρεσβευσαμένοις τοῖς Σαβίνοις καταλύεται τὸν πόλεμον αἰχμαλώτους τε παρʼ αὐτῶν κομισάμενος, οὓς ἐτύγχανον εἰληφότες ἐν ταῖς προνομαῖς, καὶ αὐτομόλους βοσκημάτων τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων χρημάτων ὅσα τοὺς γεωργοὺς ἀφείλοντο, ἣν ἔταξεν ἡ βουλὴ τῶν Ῥωμαίων ζημίαν τιμησαμένη τὰς βλάβας πρὸς ἀργύριον, ἀναπράξας.

ἐπὶ τούτοις καταλυσάμενοι τὸν πόλεμον οἱ Σαβῖνοι καὶ τῶν ὁμολογιῶν στήλας ἀντιγράφους θέντες ἐν τοῖς ἱεροῖς, ἐπειδὴ συνέστη Ῥωμαίοις πρὸς τὰς Λατίνων πόλεις κοινῇ συνηρπαγμένας πόλεμος οὐ ῥᾴδιος ἐν ὀλίγῳ καθαιρεθῆναι χρόνῳ ʽδι’ ἃς

v.1p.342
δὲ αἰτίας ὀλίγῳ ὕστερον ἐρὦ, δεξάμενοι τὸ συμβὰν ἀγαπητῶς ὅρκων μὲν ἐκείνων καὶ συνθηκῶν ὥσπερ οὐδὲ γεγενημένων ἐπελάθοντο, καιρὸν δὲ νομίσαντες ἐπιτήδειον ἔχειν ὧν ἐξέτισαν Ῥωμαίοις χρημάτων πολλαπλάσια παρʼ αὐτῶν ἀπολαβεῖν, ὀλίγοι μὲν τὸ πρῶτον καὶ ἀφανῶς ἐξιόντες ἐληίζοντο τὴν ὅμορον·

ἔπειτα δὲ πολλοὶ συνιόντες καὶ ἐκ τοῦ φανεροῦ, ἐπεὶ τὰ πρῶτα κατὰ γνώμην αὐτοῖς ἐχώρησεν οὐδεμιᾶς ἐπὶ τὴν φυλακὴν τῶν γεωργῶν ἀφικομένης βοηθείας, καταφρονήσαντες τῶν πολεμίων ἐπʼ αὐτὴν διενοοῦντο τὴν Ῥώμην ἐλαύνειν καὶ συνῆγον ἐξ ἁπάσης πόλεως στρατόν, διελέγοντο δὲ καὶ ταῖς Λατίνων πόλεσι περὶ

συμμαχίας. οὐ μὴν ἐξεγένετό γε αὐτοῖς φιλίαν τε καὶ ὁμαιχμίαν ποιήσασθαι πρὸς τὸ ἔθνος· μαθὼν γὰρ τὴν διάνοιαν αὐτῶν ὁ Τύλλος ἀνοχὰς πρὸς Λατίνους ποιησάμενος ἐπὶ τούτους ἔγνω στρατὸν ἐξάγειν τήν τε Ῥωμαίων ἅπασαν δύναμιν καθοπλίσας διπλασίαν οὖσαν ἤδη τῆς πρότερον, ἐξ οὗ τὴν Ἀλβανῶν πόλιν προσέλαβε, καὶ ἀπὸ τῶν ἄλλων συμμάχων ἐπικουρικὸν ὅσον πλεῖστον ἐδύνατο μεταπεμψάμενος.