Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ μὲν δὴ περιχαρὴς γενόμενος τοὺς πιστοτάτους τῶν φίλων, οἷς ἐχρήσατο τῶν ἀπορρήτων βουλευμάτων συνεργοῖς, εἰσγράψας εἰς δέλτον ἐπιδίδωσιν. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν ἅπαντας ἀποθεμένους τὰ ὅπλα ἐκάλει· συνιόντων δὲ αὐτῶν τὸν μὲν ἡγεμόνα τῶν Ἀλβανῶν ἅμα τοῖς ταξιάρχοις τε καὶ λοχαγοῖς παρʼ αὐτὸ τὸ βῆμα ἐκέλευσεν ἑστάναι, ἐχομένους δὲ τούτων τοὺς ἄλλους Ἀλβανοὺς ταχθέντας ἐκκλησιάζειν, μετὰ δὲ τοὺς Ἀλβανοὺς τὸ λοιπὸν τῶν συμμάχων πλῆθος· ἔξωθεν δὲ πάντων περιέστησε Ῥωμαίους, ἐν οἷς ἦσαν οἱ γενναιότατοι, ξίφη κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς. ὡς δʼ ἐν καλῷ τοὺς ἐχθροὺς ἔχειν ὑπέλαβεν ἀναστὰς ἔλεξε τοιάδε·

v.1p.329

ἄνδρες Ῥωμαῖοί τε καὶ ἄλλοι φίλοι καὶ σύμμαχοι, τοὺς μὲν ἐκ τοῦ φανεροῦ τολμήσαντας εἰς πόλεμον ἡμῖν καταστῆναι Φιδηναίους καὶ τοὺς συμμάχους αὐτῶν ἐτιμωρησάμεθα σὺν θεοῖς, καὶ δυεῖν θάτερον ἢ παύσονται τὸ λοιπὸν ἐνοχλοῦντες ἡμῖν ἢ

δίκας τίσουσιν ἔτι τούτων χείρονας. ἀπαιτεῖ δὲ ὁ καιρός, ἐπεὶ τὰ πρῶτα ἡμῖν κατʼ εὐχὴν κεχώρηκε, καὶ τοὺς ἄλλους τιμωρήσασθαι πολεμίους, ὅσοι φίλων μὲν ἔχουσιν ὀνόματα καὶ παρελήφθησαν εἰς τόνδε τὸν πόλεμον ὡς κακῶς τοὺς κοινοὺς ἐχθροὺς μεθʼ ἡμῶν ποιήσοντες, ἐγκατέλιπον δὲ τὸ πρὸς ἡμᾶς πιστὸν καὶ μετὰ τῶν πολεμίων ἀπορρήτους ποιησάμενοι συνθήκας διαφθεῖραι πάντας ἡμᾶς ἐπεβάλοντο.

πολὺ γὰρ οὗτοι κακίους τῶν ἐκ τοῦ φανεροῦ πολεμίων εἰσὶ καὶ μείζονος τιμωρίας ἄξιοι· τοὺς μὲν γὰρ καὶ φυλάξασθαι ῥᾴδιον τοῖς ἐπιβουλευομένοις καὶ συμπλακέντας ὡς ἐχθροὺς ἀμύνασθαι δυνατόν, φίλους δʼ ἐχθρῶν ἔργα ποιοῦντας οὔτε φυλάξασθαι ῥᾴδιον οὔτε ἀμύνασθαι τοῖς προκαταληφθεῖσι δυνατόν. οὗτοι δʼ εἰσὶν οἱ πεμφθέντες ἡμῖν ὑπὸ τῆς Ἀλβανῶν πόλεως ἐπὶ δόλῳ σύμμαχοι κακὸν μὲν οὐθὲν ὑφʼ ἡμῶν παθόντες,

ἀγαθὰ δὲ πολλὰ καὶ μεγάλα. ἄποικοι μὲν γὰρ αὐτῶν ὄντες οὐθὲν τῆς τούτων ἀρχῆς παρασπάσαντες ἰδίαν ἰσχὺν καὶ δύναμιν ἀπὸ τῶν ἰδίων πολέμων ἐκτησάμεθα, ἔθνεσι δὲ μεγίστοις καὶ πολεμικωτάτοις

v.1p.330
ἐπιτειχίσαντες τὴν ἡμῶν αὐτῶν πόλιν πολλὴν ἀσφάλειαν τούτοις τοῦ τε ἀπὸ Τυρρηνῶν καὶ ἀπὸ Σαβίνων πολέμου παρειχόμεθα· ἧς δὴ πόλεως εὖ τε πραττούσης ἁπάντων μάλιστα χαίρειν αὐτοὺς ἔδει καὶ σφαλλομένης μηδὲν ἐνδεέστερον ἢ περὶ τῆς αὐτῶν ἄχθεσθαι.

οἱ δὲ ἄρα φθονοῦντες οὐχ ἡμῖν μόνον τῶν ἀγαθῶν ἀλλὰ καὶ ἑαυτοῖς τῆς διʼ ἡμᾶς εὐτυχίας διετέλουν καὶ τελευτῶντες ὡς οὐκέτι κατέχειν τὴν ὕπουλον ἔχθραν ἐδύναντο πόλεμον ἡμῖν προεῖπον. μαθόντες δʼ ἡμᾶς εὖ πρὸς τὸν ἀγῶνα παρεσκευασμένους, ὡς οὐθὲν οἷοίτʼ ἦσαν ἐργάσασθαι κακόν, εἰς διαλλαγὰς ἐκάλουν καὶ φιλίαν καὶ τὸ περὶ τῆς ἡγεμονίας νεῖκος ἐν τρισὶν ἀφʼ ἑκατέρας πόλεως σώμασιν ἠξίουν κριθῆναι. ἐδεξάμεθα καὶ ταύτας τὰς προκλήσεις καὶ νικήσαντες τῇ μάχῃ τὴν πόλιν αὐτῶν ἔσχομεν ὑποχείριον.

φέρε δὴ τί μετὰ ταῦτα ἐποιήσαμεν; ἐξὸν ἡμῖν ὅμηρά τε αὐτῶν λαβεῖν καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπεῖν καὶ τοὺς κορυφαιοτάτους τῶν διαστησάντων τὰς πόλεις τοὺς μὲν ἀνελεῖν, τοὺς δʼ ἐκβαλεῖν πολιτείας τε αὐτῶν κόσμον μεταστῆσαι πρὸς τὸ ἡμῖν συμφέρον καὶ χώρας καὶ χρημάτων ἀποδασμῷ ζημιῶσαι καί, ὃ πάντων ῥᾷστον ἦν, ἀφελέσθαι τὰ ὅπλα αὐτούς, ἐξ ὧν ἐγκρατεστέραν ἂν τὴν ἀρχὴν κατεστησάμεθα, τούτων μὲν οὐδὲν ἠξιώσαμεν ποιῆσαι, τῷ δʼ εὐσεβεῖ μᾶλλον ἢ τῷ ἀσφαλεῖ τῆς ἀρχῆς ἐπετρέψαμεν καὶ τὸ εὐπρεπὲς τὸ πρὸς ἅπαντας τοῦ λυσιτελοῦντος ἡμῖν αὐτοῖς ἰδίᾳ κρεῖττον ἡγησάμενοι συνεχωρήσαμεν αὐτοῖς ἅπαντα τὰ σφέτερα καρποῦσθαι,

v.1p.331
Μέττιον δὲ Φουφέττιον, ὃν αὐτοὶ τῇ μεγίστῃ ἀρχῇ ἐκόσμησαν, ὡς δὴ κράτιστον Ἀλβανῶν διοικεῖν τὰ κοινὰ μέχρι τοῦ παρόντος εἰάσαμεν.

ἀνθʼ ὧν τίνας ἡμῖν χάριτας ἀπέδοσαν, ἡνίκα μᾶλλον φίλων τε καὶ συμμάχων εὐνοίας ἔδει, ἀκούσατε· ἀπορρήτους ποιησάμενοι συνθήκας πρὸς τοὺς κοινοὺς πολεμίους, ὡς ἐν τῷ ἀγῶνι συνεπιθησόμενοι ἡμῖν μετʼ αὐτῶν, ἐπειδὴ πλησίον ἀλλήλων ἐγινόμεθα καταλιπόντες τὴν τάξιν ἐφʼ ἣν ἐτάχθησαν ᾤχοντο πρὸς τὰ πλησίον ὄρη δρόμῳ προκαταλαβέσθαι σπεύδοντες τὰ ὀχυρά.

εἰ μὲν οὖν κατὰ νοῦν ἡ πεῖρα αὐτοῖς ἐχώρει, οὐδὲν ἂν τὸ κωλῦον ἦν ἅπαντας ἡμᾶς ἀπολωλέναι κυκλωθέντας ὑπό τε πολεμίων καὶ φίλων, καὶ τοὺς πολλοὺς τῆς πόλεως ἡμῶν ἀγῶνας, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμεθα, ἐν ἡμέρᾳ διαφθαρῆναι μιᾷ.

ἐπειδὴ δὲ διέπεσεν αὐτῶν τὸ βούλευμα θεῶν μὲν εὐνοίας προηγησαμένης ʽἁπάσας γὰρ ἔγωγε τὰς καλὰς καὶ ἀγαθὰς πράξεις ἐκείνοις ἀνατίθημἰ, ἔπειτα καὶ τῆς ἐμῆς στρατηγίας οὐκ ἐλαχίστην μοῖραν εἴς τε τὸ δέος τῶν πολεμίων καὶ εἰς τὸ θάρσος τὸ ὑμέτερον παρασχομένης ʽἃ γὰρ ἐγὼ ἐν τῷ τότε ἀγῶνι ἔφην, ὡς ὑπʼ ἐμοῦ κελευσθέντες Ἀλβανοὶ προκαταλαμβάνονται τὰ ὄρη κυκλώσεως τῶν πολεμίων ἕνεκα, πλάσματα καὶ

στρατηγήματα ἦν ἐμάʼ, κεχωρηκότων δʼ ἡμῖν τῶν πραγμάτων ὡς ἡμῖν συνέφερεν οὐκ ἂν εἴημεν ἄνδρες οἵους ἡμᾶς προσῆκεν εἶναι, εἰ μὴ τιμωρησαίμεθα

v.1p.332
τοὺς προδότας, οἵ γε χωρὶς τῆς ἄλλης ἀναγκαιότητος, ἣν διὰ τὸ συγγενὲς ἐχρῆν αὐτοὺς φυλάσσειν, σπονδὰς καὶ ὅρκια ποιησάμενοι πρὸς ἡμᾶς ἔναγχος οὔτε θεοὺς δείσαντες, οὓς τῶν ὁμολογιῶν ἐποιήσαντο μάρτυρας, οὔτε τὸ δίκαιον αὐτὸ καὶ τὴν ἀνθρωπίνην νέμεσιν ἐντραπέντες, οὔτε τὸ τοῦ κινδύνου μέγεθος εἰ μὴ κατὰ νοῦν αὐτοῖς ἡ προδοσία χωρήσειεν ὑπολογιζόμενοι, τὸν οἴκτιστον τρόπον ἡμᾶς ἐπεχείρησαν ἀπολέσαι τοὺς ἀποίκους τε καὶ εὐεργέτας, οἱ κτίσται μετὰ τῶν ἐχθίστων τε καὶ πολεμιωτάτων στάντες.

ταῦτα δʼ αὐτοῦ λέγοντος οἰμωγαί τε τῶν Ἀλβανῶν ἐγίνοντο καὶ παντοδαπαὶ δεήσεις τοῦ μὲν δήμου μηδὲν ἐγνωκέναι λέγοντος ὧν ὁ Μέττιος ἐμηχανᾶτο, τῶν δὲ τὰς ἡγεμονίας ἐχόντων οὐ πρότερον πεπύσθαι τὰς ἀπορρήτους βουλὰς σκηπτομένων ἢ ἐν αὐτῷ γενέσθαι τῷ ἀγῶνι, ἡνίκα οὔτε κωλύειν οὔτε μὴ πράττειν τὰ κελευόμενα ἐν δυνατῷ σφίσιν ἦν, ἤδη δέ τινων καὶ ἐπὶ τὴν ἀκούσιον ἀνάγκην ἀναφερόντων τὸ πρᾶγμα διὰ κηδείαν ἢ διὰ συγγένειαν·

οἷς ὁ βασιλεὺς σιωπῆσαι κελεύσας ἔλεξεν· οὐδʼ ἐμὲ λέληθεν, ἄνδρες Ἀλβανοί, τούτων ὧν ἀπολογεῖσθε οὐθέν, ἀλλὰ τὸ μὲν πλῆθος ὑμῶν ἀγνοεῖν τὴν προδοσίαν οἴομαι τεκμαιρόμενος ὅτι πολλῶν συνειδότων οὐδὲ τὸν ἐλάχιστον πέφυκε τἀπόρρητα σιωπᾶσθαι χρόνον, τῶν δὲ ταξιαρχῶν τε καὶ λοχαγῶν βραχύ τι μέρος ἡγοῦμαι τὸ συνεπιβουλεῦσαν ἡμῖν γενέσθαι,

v.1p.333
τὸ δὲ πλεῖστον ἐξηπατῆσθαι καὶ εἰς ἀκουσίους ἀνάγκας ἀφῖχθαι.

εἰ δέ γε τούτων μηδὲν ἀληθὲς ἦν, ἀλλὰ πάντας εἰσῆλθεν Ἀλβανοὺς καὶ τοὺς ἐνθάδε ὄντας ὑμᾶς καὶ τοὺς ἐν τῇ πόλει καταλειπομένους ἡ τοῦ κακῶς ποιεῖν ἡμᾶς ἐπιθυμία, καὶ τοῦτο οὐ νῦν πρῶτον, ἀλλʼ ἐκ πολλοῦ πάνυ χρόνου δεδογμένον ὑμῖν ἦν, τῆς συγγενείας ἕνεκα πολλὴ Ῥωμαίοις ἀνάγκη καὶ

ταῦθʼ ὑμῶν τἀδικήματα φέρειν. ἵνα δὲ μηθὲν βουλεύσητε ἔτι καθʼ ἡμῶν ἄδικον μήτε δὴ βιασθέντες ὑπὸ τῶν ἡγουμένων τῆς πόλεως μήτε παρακρουσθέντες μία φυλακὴ καὶ πρόνοιά· ἐστιν, εἰ τῆς αὐτῆς πόλεως πολῖται γενοίμεθα πάντες καὶ μίαν ἡγοίμεθα πατρίδα, ἧς εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης· ἕως δʼ ἂν ἐκ διαφόρου γνώμης, ὥσπερ νῦν ἔχει, τό τε πλεῖον καὶ τοὔλαττον ἐπικρίνωμεν ἑκάτεροι, οὐκ ἔσται βέβαιος ἡμῖν ἡ πρὸς ἀλλήλους φιλία, ἄλλως τε καὶ εἰ μέλλοιεν οἱ μὲν πρότεροι ἐπιβουλεύσαντες τοῖς ἑτέροις ἢ κατορθώσαντες πλεῖον ἕξειν ἢ σφαλέντες ἐν μηδενὶ δεινῷ ἔσεσθαι διὰ τὸ συγγενές, καθʼ ὦν δʼ ἂν αἱ ἐπιχειρήσεις γένωνται ὑποχείριοι καταστάντες τὰ ἔσχατα παθεῖν καὶ διαφυγόντες μηθὲν ὥσπερ ἐχθροὶ

μνησικακεῖν, ὅπερ καὶ ἐν τῷ παρόντι γέγονεν. ἴστε δὴ ταῦτα δεδογμένα Ῥωμαίοις τῇ παρελθούσῃ νυκτὶ

v.1p.334
συναγαγόντος ἐμοῦ τὴν βουλὴν καὶ τὰ δόξαντα τοῖς συνέδροις γραψαμένου, τὴν μὲν πόλιν ὑμῶν καθαιρεθῆναι καὶ μήτε τῶν δημοσίων μήτε τῶν ἰδιωτικῶν κατασκευασμάτων ὀρθόν τι ἐᾶσαι διαμένειν μηθὲν ἔξω τῶν ἱερῶν·

τοὺς δʼ ἐν αὐτῇ πάντας ἔχοντας οὓς καὶ νῦν ἔχουσι κλήρους ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῶν ἄλλων χρημάτων μηθὲν ἀφαιρεθέντας ἐν Ῥώμῃ τὸν ἀπὸ τοῦδε χρόνον οἰκεῖν· ὅσην τε τὸ κοινὸν ὑμῶν ἐκέκτητο γῆν τοῖς μηθένα κλῆρον ἔχουσιν Ἀλβανῶν διαμερισθῆναι χωρὶς τῶν ἱερῶν κτημάτων, ἐξ ὧν αἱ θυσίαι τοῖς θεοῖς ἐγίνοντο. οἴκων δὲ κατασκευῆς, ἐν οἷς τοὺς βίους ἱδρύσεσθε οἱ μετανιστάμενοι, καθʼ οὓς ἔσονται τῆς πόλεως τόπους, ἐμὲ ποιήσασθαι πρόνοιαν συλλαμβάνοντα τοῖς ἀπορωτάτοις ὑμῶν τῆς εἰς τὰ ἔργα δαπάνης.

καὶ τὸ μὲν ἄλλο πλῆθος ὑμῶν μετὰ τῶν παρʼ ἡμῖν δημοτικῶν συντελεῖν εἰς φυλὰς καὶ φράτρας καταμερισθέν, βουλῆς δὲ μετέχειν καὶ ἀρχὰς λαμβάνειν καὶ τοῖς πατρικίοις προσνεμηθῆναι τούσδε τοὺς οἴκους· Ἰουλίους, Σερουϊλίους, Κορατίους, Κοϊντιλίους, Κλοιλίους, Γεγανίους, Μετιλίους· Μέττιον δὲ καὶ τοὺς σὺν τούτῳ βουλεύσαντας τὴν προδοσίαν δίκας ὑποσχεῖν, ἃς ἂν ἡμεῖς τάξωμεν δικασταὶ περὶ ἑκάστου τῶν ὑπαιτίων καθεζόμενοι· οὐθένα γὰρ ἀποστερήσομεν κρίσεως οὐδὲ λόγου.

v.1p.335

ὡς δὲ ταῦτʼ εἶπεν, ὅσοι μὲν ἦσαν Ἀλβανῶν πένητες ἠγάπων εἰ Ῥώμην τε οἰκήσουσι καὶ τῆς γῆς κλῆρον ἕξουσι καὶ ἐπῄνουν μεγάλῃ βοῇ τὰ διδόμενα, οἱ δὲ λαμπρότεροι τοῖς ἀξιώμασι καὶ ταῖς τύχαις κρείττους ἤχθοντο, εἰ δεήσει πόλιν τε τὴν γειναμένην αὐτοὺς ἐκλιπεῖν καὶ προγονικὰς ἑστίας ἐρημῶσαι καὶ τὸ λοιπὸν οἰκεῖν ἐν τῇ ξένῃ· οἷς οὐδὲν ἐπῄει λέγειν εἰς τὴν ἐσχάτην κατακεκλειμένοις ἀνάγκην. ὁ δὲ Τύλλος ἐπειδὴ τὴν διάνοιαν εἶδε τῶν πολλῶν, ἀπολογεῖσθαι τὸν Μέττιον ἐκέλευσεν, εἴ τι πρὸς ταῦτα λέγειν βούλεται.

οὐκ ἔχων δʼ ὁ Μέττιος ὅ τι χρὴ λέγειν πρὸς τοὺς κατηγοροῦντάς τε καὶ καταμαρτυροῦντας τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν διʼ ἀπορρήτων, ὅτε ἐξῆγε τὴν δύναμιν ἐπὶ τὸν πόλεμον, ἠξίου τε τοὺς Ἀλβανούς, οἷς ἀνακτήσασθαι τὴν ἡγεμονίαν ἐπεχείρει, βοηθεῖν αὐτῷ καὶ μήτε τὴν πατρίδα κατασκαπτομένην περιορᾶν μήτε τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἐπὶ τιμωρίαις συναρπαζομένους. ταραχῆς δὲ γινομένης κατὰ τὴν ἐκκλησίαν καί τινων φεύγειν ἐπὶ τὰ ὅπλα ὡρμηκότων οἱ περιεστεφανωκότες τὸν ὄχλον ἀρθέντος σημείου τινὸς ἀνέσχον τὰ ξίφη.