Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐφʼ οὗ τὴν ἐπίκλησιν τὸ ἔθνος ἔλαβεν. Ἀβοριγίνων δὲ κατεχόντων τὰ χωρία πρῶτοι μὲν αὐτοῖς γίνονται σύνοικοι Πελασγοὶ πλάνητες ἐκ τῆς τότε μὲν καλουμένης Αἱμονίας, νῦν δὲ Θετταλίας, ἐν ᾗ χρόνον τινὰ ᾤκησαν· μετὰ δὲ τοὺς Πελασγοὺς Ἀρκάδες ἐκ Παλλαντίου πόλεως ἐξελθόντες Εὔανδρον ἡγεμόνα ποιησάμενοι τῆς ἀποικίας Ἑρμοῦ καὶ νύμφης Θέμιδος υἱόν, οἳ πρὸς ἑνὶ τῶν ἑπτὰ λόφων πολίζονται ὃς ἐν μέσῳ μάλιστα κεῖται τῆς Ῥώμης, Παλλάντιον ὀνομάσαντες τὸ χωρίον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ πατρίδος.
χρόνοις δʼ οὐ πολλοῖς ὕστερον Ἡρακλέους καταχθέντος εἰς Ἰταλίαν, ὅτε τὴν στρατιὰν ἐξ Ἐρυθείας οἴκαδε ἀπήγαγε, μοῖρά τις ὑπολειφθεῖσα τῆς σὺν αὐτῷ δυνάμεως Ἑλληνικὴ πλησίον ἱδρύεται τοῦ Παλλαντίου, πρὸς ἑτέρῳ τῶν ἐμπεπολισμένων τῇ πόλει λόφων, ὃς τότε μὲν ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος ἐλέγετο, νῦν δὲ Καπιτωλῖνος ὑπὸ Ῥωμαίων· Ἐπειοὶ οἱ πλείους τούτων ἦσαν ἐκ πόλεως Ἤλιδος ἐξαναστάντες διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ὑφʼ Ἡρακλέους.