Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡ Ῥωμαίων πόλις ἵδρυται μὲν ἐν τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας περὶ ποταμὸν Τέβεριν, ὃς κατὰ μέσην μάλιστα τὴν ἀκτὴν ἐκδίδωσιν, ἀπέχουσα τῆς Τυρρηνικῆς θαλάττης ἑκατὸν εἴκοσι σταδίους. οἱ δὲ κατασχόντες αὐτὴν πρῶτοι τῶν μνημονευομένων βάρβαροί τινες ἦσαν αὐτόχθονες Σικελοὶ λεγόμενοι πολλά καὶ ἄλλα τῆς Ἰταλίας χωρία κατασχόντες, ὧν οὐκ ὀλίγα διέμεινεν οὐδʼ ἀφανῆ μνημεῖα μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, ἐν οἷς καὶ τόπων τινῶν ὀνόματα Σικελικὰ λεγόμενα, μηνύοντα τὴν πάλαι ποτὲ αὐτῶν ἐνοίκησιν.

τούτους ἐκβαλόντες Ἀβοριγῖνες αὐτοὶ κατέσχον τὸν τόπον Οἰνώτρων ὄντες ἀπόγονοι τῶν κατοικούντων τὴν ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιον. ἱερά τις αὕτη νεότης καθοσιωθεῖσα θεοῖς κατὰ τὸν ἐπιχώριον νόμον ὑπὸ τῶν πατέρων ἀποσταλῆναι λέγεται χώραν οἰκήσουσα τὴν ὑπὸ τοῦ δαιμονίου σφίσι

v.1p.154
δοθησομένην. τὸ δὲ τῶν Οἰνώτρων γένος Ἀρκαδικὸν ἦν ἐκ τῆς τότε μὲν καλουμένης Λυκαονίας, νῦν δὲ Ἀρκαδίας, ἑκουσίως ἐξελθὸν ἐπὶ γῆς κτῆσιν ἀμείνονος ἡγουμένου τῆς ἀποικίας Οἰνώτρου τοῦ Λυκάονος,