Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
δηλοῖ δὲ καὶ τὸ πῦρ τὸ παρʼ ἡμῖν, εἴτε Προμηθέως εἴτε Ἡφαίστου δῶρόν ἐστιν, ὁπότε
v.4p.277
λύσειε τοὺς δεσμούς, ἐν οἷς ἠνάγκασται μένειν, διʼ ἀέρος ἄνω φερόμενον ἐπὶ τὸ συγγενὲς ἐκεῖνο καὶ πᾶσαν ἐν κύκλῳ περιειληφὸς τὴν τοῦ κόσμου φύσιν. τὸ δὴ θεῖον ἐκεῖνο καὶ χωρισθὲν ὕλης φθαρτῆς διʼ ἀέρος ὀχούμενον, ὅταν ἐπὶ τὴν γῆν καταφέρηται, βιασθὲν ὑπʼ ἀνάγκης τινὸς ἰσχυρᾶς μεταβολὰς μαντεύεται καὶ τροπὰς ἐπὶ τοὔμπαλιν. τοιούτου γοῦν τινος γενομένου καὶ τότε καταφρονήσαντες οἱ Ῥωμαῖοι καὶ ὑπὸ Ποντίου τοῦ Σαυνίτου κατακλεισθέντες εἰς ἀνεξόδους δυσχωρίας, μέλλοντες ἤδη τῷ λιμῷ διαφθείρεσθαι παρέδωκαν ἑαυτοὺς τοῖς πολεμίοις ἀμφὶ τοὺς τετρακισμυρίους ὄντες· καὶ καταλείψαντες τά τε ὅπλα καὶ τὰ χρήματα τὸν ζυγὸν ἅπαντες ὑπῆλθον· τοῦτο δὲ σημεῖον τῶν ὑπὸ χεῖρας ἐλθόντων ἐστί. μετʼ οὐ πολὺ δὲ τὰ αὐτὰ καὶ ὁ Πόντιος ὑπὸ Ῥωμαίων ἔπαθε, καὶ τὸν ζυγὸν ὑπῆλθον καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. Ambr.