Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Ῥωμαίων εἰς τὸν κατὰ Σαυνιτῶν τελευταῖον πόλεμον ἐξιόντων κεραυνὸς εἰς τὸν ἐπιφανέστατον τόπον κατασκήψας πέντε μὲν στρατιώτας ἀπέκτεινε, δύο δὲ σημείας διέφθειρεν, ὅπλα δὲ πολλὰ τὰ μὲν κατέκαυσε, τὰ δʼ ἐσπίλωσε. κεραυνοὶ δὲ κατηνέχθησαν τοῖς ἔργοις ἔτυμον φέροντες τοὔνομα· κεραϊσμοὶ γάρ τινές εἰσι καὶ μεταβολαὶ τῶν ὑποκειμένων εἰς τἀναντία τρέποντες τὰς ἀνθρωπίνας τύχας.

αὐτὸ γὰρ πρῶτον ἠνάγκασται τὴν ἰδίαν ἀλλάξαι φύσιν τὸ κεραύνιον πῦρ, εἴτε δὴ αἴθριον εἴτε μετάρσιόν ἐστι, κάτω φερόμενον· οὐ γὰρ δὴ αὐτῷ θέμις ἐπὶ γῆν βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν, ἀλλʼ ἀπὸ γῆς ἄνω μετεωροπολεῖν· ἐν αἰθέρι γὰρ αἱ πηγαὶ τοῦ θείου πυρός.