Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀλλὰ μὴν οὐδʼ οἷς δεδίττονται τοὺς πολεμίους καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐκδειματοῦσιν, ὀρρωδητέα ἡμῖν ἐστιν, ὥσπερ ἀπείροις πολέμου. τί γὰρ ἂν δυνήσονται δεινὸν ἐργάσασθαι τοὺς ὁμόσε χωροῦντας αἱ βαθεῖαι κόμαι καὶ τὸ ἐν τοῖς ὄμμασιν αὐτῶν πικρὸν καὶ ὁ βλοσυρὸς τῆς ὄψεως χαρακτὴρ αἵ τε δὴ πλημμελεῖς αὗται σκιρτήσεις καὶ τὰ διὰ κενῆς ἀνασείσματα τῶν ὅπλων καὶ οἱ πολλοὶ τῶν θυρεῶν κτύποι, καὶ ὅσα ἄλλα ὑπὸ βαρβάρου καὶ ἄφρονος ἀλαζονείας κατά τε μορφὰς καὶ φωνὰς ἐν ἀπειλαῖς πολεμίων σπαθᾶται, τίνα παρέχειν πέφυκε τοῖς ἀνοήτως ἐπιοῦσι πλεονεξίαν ἢ τοῖς μετὰ

λογισμοῦ παρὰ τὰ δεινὰ ἑστῶσι φόβον; ταῦτα δὴ διανοηθέντες, ὅσοι τε ὑμῶν ἐν τῷ κατὰ Κελτῶν

v.4p.255
προτέρῳ πολέμῳ παρεγένεσθε καὶ ὅσοι διὰ νεότητα ἀπελείφθητε αὐτοῦ, οἱ μὲν ἵνα τὴν τότε ἀρετὴν μὴ καταισχύνητε τῇ νῦν δειλίᾳ, οἱ δʼ ἵνα μηδὲν ἐνδεέστεροι γένησθε τῶν πρεσβυτέρων ἐν ἐπιδείξει καλῶν ἔργων, ἴτε, ὦ γενναῖοι παῖδες ἀγαθῶν ζηλωταὶ πατέρων, ἴτε ἀκαταπλήκτως ἐπʼ αὐτοὺς θεούς τε ἀρωγοὺς ἔχοντες, οἳ παρέξουσιν ὑμῖν ἐξουσίαν, οἵας ἐβούλεσθε παρὰ τῶν ἐχθίστων ἀναπράξασθαι δίκας, καὶ στρατηγὸν ἐμέ, ᾧ πολλὴν μὲν εὐβουλίαν μαρτυρεῖτε, πολλὴν δʼ εὐποτμίαν·

μακάριον μὲν ἕξοντες τὸν ἀπὸ τοῦδε χρόνον, οἷς ἂν ἐγγένηται τὸν ἐπιφανέστατον τῇ πατρίδι στέφανον καταγαγεῖν, καλὴν δὲ καὶ ἀθάνατον εὐκλείαν καταλείψοντες ἀντὶ τοῦ θνητοῦ σώματος νηπίοις παισὶ καὶ γηραιοῖς γονεῦσιν, οἱ ταύτην ἐκπληρώσοντες τὴν τοῦ βίου τελευτήν. οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· κινεῖται γὰρ ἤδη τὸ βάρβαρον στράτευμα χωροῦν ἐφʼ ἡμᾶς. ἀλλʼ ἄπιτε καὶ καθίστασθε εἰς τάξιν. Ambr.