Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα μαθὼν ὁ τῶν Ῥωμαίων δικτάτωρ Κάμιλλος, συγκαλέσας τοὺς ἀμφʼ αὑτὸν ἐδημηγόρησε πολλὰ παρορμῶντα εἰς τόλμαν, ἐν οἷς καὶ τάδε·

ὅπλα κρείττονα τῶν βαρβαρικῶν ἡμῖν μεμηχάνηται, θώρακες καὶ κράνη καὶ κνημῖδες καὶ κραταιοὶ θυρεοί, ὑφʼ ὧν ὅλα τὰ σώματα ἔχομεν ἐν φυλακῇ, ξίφη τε ἀμφίστομα καὶ ἀντὶ λόγχης ὑσσός, ἄφυκτον βέλος· τὰ μὲν σκεπαστήρια, οἷα μὴ ῥαδίως ταῖς πληγαῖς εἴκειν, τὰ δʼ ἀμυντήρια, ὡς διὰ πάσης φέρεσθαι προβολῆς. τῶν δὲ γυμναὶ μὲν αἱ κεφαλαί, γυμνὰ δὲ τὰ στέρνα καὶ αἱ λαγόνες, γυμνοὶ δὲ μηροὶ καὶ σκέλη μέχρι ποδῶν, ἔρυμά τε οὐδὲν ἕτερον, ὅ τι μὴ θυρεοί· ἀμυντήρια δὲ

λόγχαι καὶ μάχαιραι κοπίδες ὑπερμήκεις. τό τε χωρίον, ἐν ᾧ τὸν ἀγῶνα ποιησόμεθα, σύνεργον ἡμῖν τοῖς ἀπὸ μετεώρου κατιοῦσιν ἐπὶ τὸ πρανές, ἐκείνοις δὲ πολέμιον τοῖς ἐκ τοῦ χθαμαλοῦ πρὸς τὰ μετέωρα χωρεῖν ἀναγκαζομένοις. φοβείσθω δὲ μηδεὶς ὑμῶν

v.4p.254
μήτε τὸ πλῆθος τῶν πολεμίων μήτε τὸ μέγεθος, μηδʼ εἰς ταῦτά τις πλεονεκτήματα αὐτῶν ὁρῶν ἀθυμότερος πρὸς τὸν ἀγῶνα ἔστω, ἀλλʼ ἐνθυμείσθω πρῶτον μέν, ὅτι κρεῖττόν ἐστιν ἔλαττον στράτευμα ἐπιστάμενον, ἃ δεῖ πράττειν, ἢ πολὺ ἀμαθές· ἔπειθʼ ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἰδίων ἀγωνιζομένοις ἡ φύσις αὐτὴ θάρσος τέ τι πρὸς τοὺς κινδύνους παρίστησι, καὶ πνεῦμα ἐνθουσιῶδες ὥσπερ τοῖς θεοφορήτοις παρέχει, τοῖς δʼ ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ δεινὰ αἱ τόλμαι φιλοῦσι γίνεσθαι.