Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ τὰς μὲν ἐπιεικεῖς καὶ φιλανθρώπους διανοίας τε καὶ πράξεις αὐτῶν Ἑλληνικὰς εἶναι λογίζομαι, τὰς δʼ ὠμὰς καὶ θηριώδεις, ἄλλως τε κἂν περὶ συγγενεῖς τε καὶ φίλους γίνωνται, βαρβαρικάς. Τυσκλανοὶ μὲν δὴ πρὸς τῷ μηδὲν ἀφαιρεθῆναι τῶν σφετέρων ἁλούσης τῆς πόλεως, ἀλλὰ καὶ τὰ τῶν κεκρατηκότων ἀγαθὰ προσλαβόντες ἀπῄεσαν. Vales.

ὅτι Σολπίκιος Ῥοῦφος ἐπίκλησιν ἀνὴρ ἦν ἔν τε ταῖς πολεμικαῖς πράξεσιν ἐπιφανὴς καὶ πολιτείας προαίρεσιν ἐζηλωκὼς τὴν διὰ μέσου. Vales.

οἱ Κελτοὶ τῇ Ῥώμῃ ἐκ δευτέρου ἐπιστρατεύσαντες τὴν χώραν τὴν Ἀλβανὴν ἐπόρθουν· ἔνθα μὲν πολλῆς ἅπαντες ἐδωδῆς ἐμπιμπλάμενοι, πολὺν δὲ πίνοντες ἄκρατον οἶνον — ἔστι δὲ ὁ τῇδε φυόμενος μετὰ τὸν Φαλερινὸν ἥδιστος οἴνων μελικράτῳ μάλιστα προσεμφερής — ὕπνον τε πλείονα τοῦ συνήθους αἱρούμενοι καὶ δίαιταν ὑπὸ σκιαῖς ὡς τὰ πολλὰ ἔχοντες τοσαύτην ἔλαβον ἐπίδοσιν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα καὶ οὕτως ἐξεθηλύνθησαν τὰς δυνάμεις,

v.4p.253
ὥσθʼ, ὁπότε γυμνάζειν ἐπιβάλοιντο τὰ σώματα καὶ διαπονεῖν ἐν τοῖς ὅπλοις, κόπτεσθαι μὲν ἄσθματι συνεχεῖ τὰ πνεύματα, ῥεῖσθαι δʼ ἱδρῶτι πολλῷ τὰ μέλη, θᾶττον δὲ ἀφίστασθαι τῶν πόνων ἢ κελευσθεῖεν ὑπὸ τῶν ἡγεμόνων. Ambr.

ταῦτα μαθὼν ὁ τῶν Ῥωμαίων δικτάτωρ Κάμιλλος, συγκαλέσας τοὺς ἀμφʼ αὑτὸν ἐδημηγόρησε πολλὰ παρορμῶντα εἰς τόλμαν, ἐν οἷς καὶ τάδε·