Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
θαυμαστὸν μὲν δὴ καὶ τοῦτο τῶν ἀνδρῶν· λέγω δὲ τὸ μηδενὶ μνησικακῆσαι τῶν Τυσκλάνων, ἀλλὰ πάντας ἀφεῖναι τοὺς ἐξαμαρτόντας ἀζημίους· πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερον,
μίαν δὲ πρᾶξιν οἰόμενοι συνέχειν ἅπαντας τοὺς κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντας ἀλλήλοις τὴν τῶν ἀγαθῶν ἰσομοιρίαν, πολιτείαν ἔγνωσαν τοῖς κρατηθεῖσι χαρίσασθαι, πάντων μεταδόντες ὧν τοῖς φύσει Ῥωμαίοις μετῆν, οὐ τὴν αὐτὴν διάνοιαν λαβόντες τοῖς ἀξιοῦσι τῆς Ἑλλάδος ἄρχειν οὔτʼ Ἀθηναίοις οὔτε Λακεδαιμονίοις·
τί γὰρ δεῖ περὶ τῶν ἄλλων Ἑλλήνων λέγειν; Ἀθηναῖοι μέν γε Σαμίους ἀποίκους ἑαυτῶν ὄντας, Λακεδαιμόνιοι δὲ Μεσσηνίους ἀδελφῶν οὐδὲν διαφέροντας, ἐπειδὴ προσέκρουσαν αὐτοῖς τι, διαλυσάμενοι τὴν συγγένειαν οὕτως ὠμῶς διεχειρίσαντο καὶ θηριωδῶς, ἐπειδὴ τὰς πόλεις αὐτῶν ὑποχειρίους ἔλαβον, ὥστε μηδὲ τοῖς ἀγριωτάτοις τῶν βαρβάρων ὑπερβολὴν τῆς εἰς τὰ ὁμόφυλα παρανομίας παραλιπεῖν.
μυρία τοιαῦτα λέγειν ἄν τις ἔχοι ταῖς πόλεσι ταύταις ἡμαρτημένα, ἃ παρίημι, ἐπεὶ καὶ τούτων μεμνημένος ἄχθομαι· τὸ γὰρ Ἑλληνικὸν οὐκ ὀνόματι διαφέρειν τοῦ βαρβάρου ἠξίουν οὐδὲ διαλέκτου