Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τίμημα δʼ ἐφάνη ταῖς δίκαις ὁρίσαι μήτε θάνατον μήτε φυγὴν μήτʼ ἄλλο ἐπίφθονον μηδέν, ἵνα μὴ τοῦτʼ αὐτοῖς γένηται σωτηρίας αἴτιον, ἀλλὰ τὰς οὐσίας αὐτῶν ἱερὰς εἶναι Δήμητρος, τὸ μετριώτατον ἐκλεξαμένοις τοῦ νόμου μέρος.
ἐγίνετο ταῦτα, καὶ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς κατὰ τῶν ἀνδρῶν ἔδει συντελεῖσθαι δίκας. τοῖς δʼ ὑπάτοις καὶ τῶν ἄλλων πατρικίων τοῖς παραληφθεῖσιν εἰς τὸ συνέδριον — ἔτυχον δʼ οἱ κράτιστοι παρακληθέντες — ἐδόκει συγχωρεῖν τοῖς δημάρχοις ἐπιτελέσαι τὰς δίκας, ἵνα μή τι μεῖζον κωλυθέντες ἐξεργάσωνται κακόν, καὶ τοῖς δημόταις ἐπιτρέπειν ἀγριαινομένοις εἰς τὰ χρήματα τῶν ἀνδρῶν ἐκχέαι τὴν χολήν, ἵνα τιθασώτεροι γένωνται τὸ λοιπόν, λαβόντες ὁποσηνοῦν παρὰ τῶν
ὅπερ καὶ συνέβη. ἁλόντων γὰρ τῶν ἀνδρῶν ἐρήμους τὰς δίκας, ὅ τε δῆμος ἀγριαινόμενος ἐπαύσατο, καὶ τοῖς δημάρχοις ἐδόκει τις ἀποδεδόσθαι μετρία καὶ πολιτικὴ βοήθεια, τοῖς τε ἀνδράσι τὰς οὐσίας οἱ πατρίκιοι παρὰ τῶν ὠνησαμένων ἐκ τοῦ δημοσίου τῆς ἴσης λυσάμενοι τιμῆς ἀπέδοσαν. καὶ τὰ μὲν κατεπείγοντα δεινὰ τοῦτον τὸν τρόπον χρησαμένων τοῖς πράγμασιν αὐτῶν διελέλυτο.
μετʼ οὐ πολὺ δὲ πάλιν τῶν δημάρχων τὸν ὑπὲρ τοῦ νόμου εἰσφερόντων λόγον αἰφνιδίως τις ἀπαγγελεῖσα πολεμίων ἔφοδος ἐπὶ τὴν τῶν Τυσκλάνων πόλιν, αἰτία κωλύσεως ἀποχρῶσα ἐγένετο. τῶν γὰρ Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπʼ αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων ἡμερῶν ἀράμενοι, ἡ μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δʼ ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα.