Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ προθυμότατα συλλαβέσθαι δόξαντες τοῖς ὑπάτοις ἐκ τριῶν οἰκιῶν ἦσαν, Ποστόμιοι καὶ Σεμπρώνιοι καὶ τρίτοι Κλοίλιοι, γένους τε ἀξιώσει λαμπρότατοι καὶ ἑταιρίαις μεγάλα δυνάμενοι πλούτῳ τε καὶ δόξῃ καὶ τοῖς κατὰ πόλεμον ἔργοις ἐπιφανεῖς· καὶ τοῦ μὴ κυρωθῆναι τὸν νόμον οὗτοι ὡμολογοῦντο αἰτιώτατοι γενέσθαι.

τῇ δʼ ἑξῆς ἡμέρᾳ παραλαβόντες οἱ δήμαρχοι τοὺς ἐπιφανεστάτους τῶν δημοτικῶν ἐσκόπουν, ὅ τι χρήσονται τοῖς πράγμασι, κοινὸν μὲν τοῦτο καὶ παρὰ πάντων ὁμολογούμενον εἰληφότες, τὸ μὴ τοὺς ὑπάτους ἄγειν ὑπὸ τὴν δίκην, ἀλλὰ τοὺς ὑπηρετοῦντας αὐτοῖς ἰδιώτας, ὧν κολαζομένων ἔμελλε τοῖς πολλοῖς τῶν πολιτῶν ἐλάττων ἔσεσθαι λόγος, ὥσπερ ὁ Σίκκιος ὑπετίθετο· περὶ δὲ τοῦ πλήθους τῶν ὑπὸ τὰς αἰτίας ἀχθησομένων ὅσον εἶναι χρή, καὶ περὶ τοῦ ὀνόματος ὃ θήσονται τῇ δίκῃ, καὶ μάλιστα περὶ τοῦ τιμήματος πηλίκον ἔσται τὸ μέγεθος, ἐπιμελῆ

ποιούμενοι ζήτησιν. οἱ μὲν οὖν χαλεπώτεροι τὰς φύσεις ἐπὶ τὸ μεῖζόν τε καὶ φοβερώτερον ἅπαντα ταῦτα προάγειν παρῄνουν, οἱ δʼ ἐπιεικέστεροι τοὐναντίον ἐπὶ τὸ μετριώτερον καὶ φιλανθρωπότερον, ὁ

v.4p.77
δὲ ταύτης ἡγούμενος τῆς γνώμης καὶ πείσας αὐτοὺς ἦν Σίκκιος, ὁ τοὺς ἐν τῷ δήμῳ περὶ τῆς κληρουχίας διελθὼν λόγους.

ἔδοξε δʼ οὖν αὐτοῖς τὸ μὲν ἄλλο πλῆθος τῶν πατρικίων ἐᾶσαι, Κλοιλίους δὲ καὶ Ποστομίους καὶ Σεμπρωνίους ἐπὶ τὸν δῆμον ἄγειν, ὧν ἔπραξαν ὑφέξοντας δίκας· ἐγκαλεῖν δʼ αὐτοῖς, ὅτι τῶν ἱερῶν νόμων, οὓς περὶ τῶν δημάρχων ἐκύρωσεν ἡ βουλὴ καὶ ὁ δῆμος, οὐθενὶ δεδωκότων ἐξουσίαν ἀναγκάζειν τοὺς δημάρχους ὑπομένειν τι τῶν ἀβουλήτων ὥσπερ τοὺς ἄλλους πολίτας, ἐκεῖνοι κατασχόντες αὐτοὺς ἐκώλυσαν ἐπὶ τέλος ἄγειν τὴν περὶ τοῦ νόμου διάγνωσιν.