Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἦσαν δὲ τῶν μὲν κάτωθεν ἐπὶ τὰ μετέωρα βαλλομένων βραδεῖαί τε καὶ ἀσθενεῖς, εἰ καὶ τύχοιεν, ὥσπερ εἰκός, αἱ πληγαί· τῶν δʼ ἀφʼ ὕψους κάτω ῥιπτουμένων ὀξεῖαι καὶ καρτεραὶ συνεργούντων τοῖς βλήμασι καὶ τῶν ἰδίων βαρῶν. οὐ μὴν ἔκαμνόν γε οἱ προσβάλλοντες τοῖς ἐρύμασιν, ἀλλὰ διεκαρτέρουν ἀναγκοφαγοῦντες τὰ δεινὰ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαυόμενοι τῶν πόνων. τέλος δʼ οὖν ὑπολιπόντων τοὺς πολιορκουμένους τῶν βελῶν καὶ τῶν σωμάτων ἐξαδυνατούντων τρίτῃ τὰ φρούρια ἐξεπολιόρκησαν ἡμέρᾳ.
ἐν ταύτῃ τῇ μάχῃ πολλοὺς Ῥωμαῖοι καὶ ἀγαθοὺς ἄνδρας ἀπέβαλον, κράτιστον δέ, ὥσπερ πρὸς ἁπάντων ὡμολόγητο, τὸν ὕπατον· ὃς οὐκ ὀλίγα τραύματα λαβὼν οὐδʼ ὣς ἀφίστατο τῶν δεινῶν, ἕως ἐπικαταραγεὶς αὐτῷ πέτρος ὑπερμεγέθης ἐπιβαίνοντι τοῦ περιτειχίσματος ἅμα τήν τε νίκην αὐτὸν ἀφείλετο καὶ τὴν ψυχήν. ἁλισκομένων δὲ τῶν φρουρίων ὁ μὲν Ἑρδώνιος — ἦν γὰρ καὶ ῥώμῃ σώματος διάφορος καὶ κατὰ χεῖρα γενναῖος — ἄπιστόν τι χρῆμα περὶ αὑτὸν ποιήσας νεκρῶν ὑπὸ πλήθους βελῶν ἀποθνήσκει, τῶν δὲ σὺν αὐτῷ τὰ φρούρια καταλαβομένων ὀλίγοι μέν τινες ζῶντες ἑάλωσαν, οἱ δὲ πλείους σφάττοντες
τοῦτο τὸ τέλος λαβόντος τοῦ λῃστρικοῦ πολέμου τὴν πολιτικὴν πάλιν ἀνερρίπιζον οἱ δήμαρχοι στάσιν ἀξιοῦντες ἀπολαβεῖν παρὰ τοῦ περιόντος ὑπάτου τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο πρὸς αὐτοὺς ὁ τεθνηκὼς ἐν τῇ μάχῃ Οὐαλέριος ὑπὲρ τῆς εἰσφορᾶς τοῦ νόμου. ὁ δὲ Κλαύδιος μέχρι μέν τινος παρεῖλκε τὸν χρόνον τοτὲ μὲν καθαρμοὺς τῆς πόλεως ἐπιτελῶν, τοτὲ δὲ θυσίας τοῖς θεοῖς χαριστηρίους ἀποδιδούς, τοτὲ δʼ ἀγῶσι καὶ θέαις ἀναλαμβάνων τὸ πλῆθος εἰς εὐπαθείας.
ὡς δʼ αἱ σκήψεις αὐτῷ πᾶσαι κατανάλωντο, τελευτῶν ἔφη δεῖν εἰς τὸν τοῦ τεθνηκότος ὑπάτου τόπον ἕτερον ἀποδειχθῆναι. τὰ μὲν γὰρ ὑφʼ ἑαυτοῦ μόνου πραχθέντα οὔτε νόμιμα οὔτε βέβαια ἔσεσθαι, τὰ δʼ ὑπʼ ἀμφοῖν ἔννομά τε καὶ κύρια. ταύτῃ διακρουσάμενος αὐτοὺς τῇ προφάσει προεῖπεν ἀρχαιρεσίων ἡμέραν, ἐν ᾗ τὸν συνάρχοντα ἔμελλεν ἀποδείξειν. ἐν δὲ τῷ μεταξὺ χρόνῳ διʼ ἀπορρήτων βουλευμάτων οἱ προεστηκότες τοῦ συνεδρίου συνέθεντο κατὰ σφᾶς αὐτούς, ὅτῳ παραδώσουσι τὴν ἀρχήν.