Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

γενομένων δὲ διὰ τάχους πάντων εὐτρεπῶν μερισάμενοι τὰς δυνάμεις οἱ ὕπατοι κλήρῳ διείλοντο τὰς ἀρχάς. Κλαυδίῳ μὲν οὖν ὁ κλῆρος ἀπέδωκε τὰ πρὸ τῶν τειχῶν διὰ φυλακῆς ἔχειν, μή τις ἔξωθεν ἐπέλθῃ στρατιὰ τοῖς ἔνδον ἐπίκουρος· ὑποψία γὰρ ἅπαντας κατεῖχε μεγάλης σφόδρα κινήσεως, καὶ τὸ ἀντίπαλον ἅπαν ὡς ὁμοῦ συνεπιθησόμενον σφίσιν ἐφοβοῦντο· Οὐαλερίῳ δὲ τὰ φρούρια πολιορκεῖν ὁ δαίμων ἐφῆκεν.

ἐτάχθησαν δὲ καὶ ἐπὶ τοῖς ἄλλοις ἐρύμασιν ἡγεμόνες ὅσα τῆς πόλεως ἐντὸς

v.4p.30
ἦν καθέξοντες, καὶ κατὰ τὰς ἐπὶ τὸ Καπιτώλιον ἀγούσας ὁδοὺς ἕτεροι κωλύσεως ἕνεκεν τῶν ἀποστησομένων πρὸς τοὺς πολεμίους δούλων τε καὶ ἀπόρων, οὓς παντὸς μάλιστα ἐφοβοῦντο. ἐπικουρικὸν δὲ αὐτοῖς οὐδὲν ἔφθασε παρὰ τῶν συμμάχων ἀφικόμενον, ὅτι μὴ παρὰ Τυσκλάνων μόνον ἐν μιᾷ νυκτὶ ἀκουσάντων τε καὶ παρασκευασαμένων, οὓς ἦγε Λεύκιος Μαμίλιος, ἀνὴρ δραστήριος, ἔχων τὴν μεγίστην ἐν τῇ πόλει τότε ἀρχήν· καὶ συνεκινδύνευον οὗτοι τῷ Οὐαλερίῳ μόνοι καὶ συνεξεῖλον τὰ φρούρια πᾶσαν εὔνοιαν καὶ προθυμίαν ἀποδειξάμενοι.

ἐγένετο δʼ ἡ προσβολὴ τοῖς φρουρίοις πανταχόθεν· οἱ μὲν γὰρ ἀπὸ τῶν πλησίον οἰκιῶν ἀσφάλτου καὶ πίσσης πεπυρωμένης ἀγγεῖα σφενδόναις ἐναρμόττοντες ἐπέβαλλον ὑπὲρ τὸν λόφον· οἱ δὲ συμφοροῦντες αὐτῶν φακέλλους φρυγάνων καὶ παρὰ τοῖς ἀποτόμοις τῆς πέτρας βωμοὺς ἐγείροντες ὑψηλοὺς ὑφῆπτον ἀνέμῳ παραδιδόντες τὰς φλόγας ἐπιφόρῳ. ὅσοι δʼ ἦσαν ἀνδρειότατοι, πυκνώσαντες τοὺς λόχους ἐχώρουν ἄνω κατὰ

τὰς χειροποιήτους ὁδούς. ἦν δʼ αὐτοῖς οὔτε τοῦ πλήθους, ᾧ παρὰ πολὺ τῶν ἀντιπάλων προεῖχον, ὄφελος οὐθὲν διὰ στενῆς ἀνιοῦσιν ὁδοῦ καὶ πληθούσης προβόλων ἄνωθεν ἐπικαταραττομένων, ἔνθα συνεξισωθήσεσθαι ἔμελλε τῷ πολλῷ τὸ ὀλίγον· οὔτε τῆς παρὰ τὰ δεινὰ ὑπομονῆς, ἣν πολλοῖς % καταστήσαντες πολέμοις

v.4p.31
εἶχον, οὐδεμία ὄνησις πρὸς ὀρθίους βιαζομένοις σκοπάς. οὐ γὰρ συστάδην μαχομένους ἔδει τὸ εὔτολμον καὶ καρτερικὸν ἀποδείξασθαι, ἀλλʼ ἑκηβόλοις χρῆσθαι μάχαις.