Tactica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
οὐ μὴν οὐδὲ ἐπὶ τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσια, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς ἐς προβολὴν φέροντες ἐπελαύνουσιν, ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι· οἳ δὲ ὡς ἐπʼ ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου τούς τε θυρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο. καὶ τὸ ἔργον τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται.
καὶ ἐπὶ τῷδε εὖ τὰς σπάθας σπασάμενοι ἄλλοτε ἄλλην πληγὴν παραφέρουσιν, ὅπως μάλιστα οἷόν τε, ἢ φεύγοντος πολεμίου ἐξικέσθαι ἢ πεσόντα κατακανεῖν ἢ καὶ πρᾶξαί τι ἐκ πλαγίων παραθέοντες. ἐπὶ τούτῳ μέντοιπηδήσεις ἐπὶ τοὺς ἵππους ὡς ἔνι ποικιλωτάτας ποιοῦνται, ὅσαις ἰδέαις καὶ ὅσοις σχήμασιν ἀναβαίνεται ἵππος ὑπὸ ἱππέως·
καὶ τελευταίαν δὴ τὴν ἐνόπλιον πήδησιν ἐπιδεικνύουσι θέοντος τοῦ ἵππου, ἥντινα ὁδοιπορικὴν ὀνομάζουσιν.