Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ταύτῃ δὴ ἄφεσις γίγνεται, ἐπείπερ οὐδὲ ἀσιδήρῳ ἀκοντίῳ εὐμαρὴς ἀκοντίζεσθαι. ἤδη δέ τις ὑπὸ ὀξύτητός τε καὶ φιλοτιμίας καὶ τέσσαρας λόγχας ὀρθῷ τῷ ἵππῳ ἐπὶ τὸν πρῶτον σκοπὸν ἐξακοντίσαι ἤνυσεν, ἢ τὰς τρεῖς μὲν ὀρθῷ τῷ ἵππῳ, τὴν τετάρτην δὲ ἐπιστρέφοντι, ὡς ὁ βασιλεὺς ἔταξεν,

ἔνθα δὴ ὅ τε ἀγαθὸς ἀκοντιστὴς καὶ ὁ κακὸς μάλιστα πάντων διαφαίνονται, ἅτε οὐκ ἐν στοίχῳ ἀδιακρίτῳ οὐδὲ ἐν θορύβῳ δρωμένου τοῦ ἔργου. καὶ ἥτις ἐπέλασις τοὺς πλείστους παράσχοιτο τῶν λογχῶν τῇ βολῇ διαπρέποντας, ταύτην ἐγὼ μᾶλλον ἤ τινα

p.138
ἄλλην ἐπῄνεσα, ὡς πρὸς ἀλήθειαν τῶν πολεμικῶν ἔργων ἠσκημένην.

ἐπὶ τούτῳ μέντοι ἤδη πολύτροποι ἐξακοντισμοὶ γίγνονται ἢ κούφων παλτῶν ἢ καὶ βελῶν, οὐκ ἀπὸ τόξου τούτων γε ἀλλʼ ἀπὸ μηχανῆς ἀφιεμένων, ἢ λίθων ἐκ χειρὸς ἢ ἐκ σφενδόνης ἐπὶ τὸν σκοπόν, ὃς μέσος τοῖν δυοῖν, οἷν ἤδη μνήμην ἐποιησάμην, ἵσταται. καὶ ἐνταῦθα αὖ καλόν, εἰ συντρίψειαν τοῖς λίθοις τὸν σκοπόν, ὅ δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι.