Indica
Arrian
Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην οἰκός, λέγει πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν εἴη τὸ χωρίον·
ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία, βίῃ τε οὐκ οἷόν τε εἶναι ἐξαιρέειν, πολιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία. ὅτι δὲ ἡ γῆ σιτοφόρος, τῇ καλάμῃ τεκμηριοῦσθαι, ἥντινα οὐ πόρρω τοῦ αἰγιαλοῦ ἀπεώρων βαθέαν. ταῦτα ἐπεί σφισιν ἐδόκεε, τὰς μὲν ἄλλας νέας κελεύει παραρτέεσθαι ὡς ἐς πλόον, καὶ Ἀρχίης αὐτῷ ἐξήρτυε τὰ ἐς τὸν πλόον· αὐτὸς δὲ ὑπολειφθεὶς μετὰ μιῆς νεὸς ἐπὶ θέαν δῆθεν τῆς πόλιος ᾔει.
προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξείνια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς — οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες—καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων.
ὃ δὲ ταῦτα μὲν ἄσμενος δέκεσθαι
ὡς δὲ ἔσω πυλέων παρῆλθε, δύο μὲν τῶν τοξοτέων κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δυοῖν ἄλλοιν καὶ τοῦ ἑρμηνέος ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖσιν ἀμφὶ Ἀρχίην ὅκως συνεκέετο. τὸν μὲν ὦν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον.
ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖσι γινομένοισιν ἐπὶ τὰ ὅπλα ἔθεον.
ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον δοῦναι τῇ στρατιῇ, εἰ σῴην ἐθέλουσιν ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνέοντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχεϊ. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.
ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω ἀνδραποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὴ ἐδέοντο τοῦ Νεάρχου, τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα ἀπαγαγεῖν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι.