Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλʼ ἔφυγον γὰρ κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καἰ ἐπελελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.

ἐνθένδε κατηγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν Ὑδράκης οὔνομα, Γαδρώσιος· ὑπέστη δὲ Ὑδράκης καταστήσειν αὐτοὺς μέχρι Καρμανίης. τὰ δὲ ἀπὸ τοῦδε οὐκέτι χαλεπὰ ἦν, ἀλλὰ μᾶλλόν τι εὔορμα, ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν.

ἐκ δὲ Μοσαρνῶν νυκτὸς ἄραντες πλώουσι σταδίους ἑπτακοσίους καὶ πεντήκοντα ἐς Βάλωμον αἰγιαλόν· ἐνθένθε ἐς Βάρνα κώμην σταδίους τετρακοσίους, ἵνα φοίνικές τε πολλοὶ ἐνῆσαν καὶ κῆπος, καὶ ἐν τῷ κήπῳ μύρσιναι ἐπεφύκεσαν καὶ ἄλλα ἄνθεα, ἀπʼ ὅτων στεφανώματα τοῖσι κωμήτῃσιν ἐπλέκετο· ἐνθαῦτα πρῶτον δένδρεά τε εἶδον ἥμερα, καὶ ἀνθρώπους οὐ πάντη θηριώδεας ἐποικέοντας

ἐνθένδε ἐς διηκοσίους σταδίους περιπλώσαντες καταίρουσιν ἐς Δενδρόβοσα, καὶ αἱ νέες ἐπʼ ἀγκυρέων

p.35
ἐσάλευσαν.

ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες ἐς Κώφαντα λιμένα ἀπίκοντο, τετρακοσίους μάλιστα σταδίους διεκπλώσαντες·

ἐνθαῦτα ἁλιέες τε ᾤκεον, καὶ πλοῖα αὐτοῖσιν ἦν σμικρὰ καὶ πονηρά· καὶ τῇσι κώπῃσιν οὐ κατὰ σκαλμὸν ἤρεσσον ὡς ὁ Ἑλλήνων νόμος, ἀλλὰ τὸ ὕδωρ ἀναβάλλοντες ἔνθεν καὶ ἔνθεν, κατάπερ οἱ σκάπτοντες τὴν γῆν. ὕδωρ δὲ πολλόν τε ἦν ἐν τῷ λιμένι καὶ καθαρόν.

περὶ δὲ πρώτην φυλακὴν ἄραντες καταίρουσιν ἐς Κύιζα, ἐς ὀκτακοσίους σταδίους δίεκπλώσαντες, ἵνα αἰγιαλός τε ἔρημος ἦν καὶ ῥηχίη. αὐτόθι ὦν ἐπʼ ἀγκυρέων ὥρμεον, κατὰ νέας τε ἐδειπνοποιέοντο.

ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν σμικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ αἰγιαλοῦ.