Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀθροισθεισῶν δὲ τῶν δυνάμεων, οὗτοι μὲν τὰ πρὸς πολιορκίαν ἡτοιμάζοντο· ἤμελλον γὰρ νικήσειν πόλιν βάρος ἔχουσαν καὶ γέμουσαν τῶν ὑπὲρ αὐτῆς ἀμυνομένων· χωρὶς γὰρ τῶν Βυζαντίων, πολλῶν ὄντων, Κλέαρχος ὁ Λακεδαιμόνιος ἁρμοστὴς εἶχε πολλοὺς ἐν τῇ πόλει τῶν Πελοποννησίων καὶ μισθοφόρους.

μέχρι μὲν οὖν τινος προσβολὰς ποιούμενοι, κακὸν οὐδὲν ἀξιόλογον δρῶντες τοὺς ἔνδον διετέλουν· ἐπεὶ δʼ ὁ τῆς πόλεως ἐπιστάτης ἀπῆλθε πρὸς Φαρνάβαζον, ὅπως λάβῃ χρήματα, τηνικαῦτά τινες τῶν Βυζαντίων, μισοῦντες τὸ βάρος τῆς ἐπιστασίας—ἦν γὰρ ὁ Κλέαρχος χαλεπός—, προύδωκαν τὴν πόλιν τοῖς περὶ τὸν Ἀλκιβιάδην.

οὗτοι δὲ ὡς λύσοντες τὴν πολιορκίαν καὶ τὰς δυνάμεις ἀπάξοντες εἰς Ἰωνίαν δείλης ταῖς ναυσὶ πάσαις ἐξέπλευσαν, καὶ τὸ πεζὸν στράτευμα μέχρι τινὸς ἀπαγαγόντες, ὡς ἐπέλαβεν ἡ νύξ, πάλιν ὑπέστρεψαν καὶ περὶ μέσας νύκτας προσέμιξαν τῇ πόλει, καὶ τὰς μὲν τριήρεις ἀπέστειλαν προστάξαντες ἀφέλκειν τὰ πλοῖα καὶ κραυγὴν ποιεῖν, ὡς ἁπάσης ἐκεῖ τῆς δυνάμεως οὔσης, αὐτοὶ δὲ μετὰ τοῦ πεζοῦ στρατεύματος πρὸς τοῖς τείχεσιν ἐτήρουν τὸ συντεταγμένον παρὰ τῶν ἐνδιδόντων σύσσημον.

τῶν δʼ ἐν ταῖς τριήρεσι ποιησάντων τὸ προσταχθέν, καὶ τῶν πλοίων τὰ μὲν συντριβόντων ταῖς ἐμβολαῖς, τὰ δʼ ἀποσπᾶν πειρωμένων ταῖς σιδηραῖς χερσίν, ἔτι δὲ βοὴν ἐξαίσιον ποιούντων, οἱ μὲν κατὰ τὴν πόλιν ὄντες Πελοποννήσιοι καὶ πάντες οἱ τὴν ἀπάτην ἀγνοοῦντες ἐξεβοήθουν ἐπὶ τοὺς λιμένας.