Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τούτων δὲ πραττομένων Ἀλκιβιάδης καὶ Θρασύβουλος Λάμψακον τειχίσαντες, ἐν μὲν ταύτῃ τὴν ἱκανὴν φυλακὴν κατέλιπον, αὐτοὶ δὲ μετὰ τῆς δυνάμεως ἐξέπλευσαν πρὸς Θηραμένην, ὃς ἐπόρθει τὴν Χαλκηδόνα ναῦς μὲν ἔχων ἑβδομήκοντα, στρατιώτας δὲ πεντακισχιλίους. ἀθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον ἀπετείχισαν τὴν πόλιν ἀπὸ θαλάττης εἰς θάλατταν ξυλίνῳ τείχει.

ὁ δʼ ἐν τῇ πόλει καθεσταμένος ὑπὸ Λακεδαιμονίων Ἱπποκράτης ἡγεμών, ὃν οἱ Λάκωνες ἁρμοστὴν ἐκάλουν, τούς τʼ ἰδίους στρατιώτας προσήγαγε καὶ τοὺς Χαλκηδονίους ἅπαντας. γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν περὶ τὸν Ἀλκιβιάδην ἐρρωμένως ἀγωνισαμένων, ὅ τε Ἱπποκράτης ἔπεσε καὶ τῶν λοιπῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ κατατρωθέντες συνέφυγον εἰς τὴν πόλιν.

μετὰ δὲ ταῦτα Ἀλκιβιάδης μὲν εἰς Ἑλλήσποντον καὶ Χερρόνησον ἐξέπλευσε, βουλόμενος ἀθροῖσαι χρήματα, οἱ δὲ περὶ τὸν Θηραμένην ὁμολογίαν ἐποιήσαντο πρὸς Χαλκηδονίους φόρον λαμβάνειν παρʼ αὐτῶν ὅσον καὶ πρότερον. ἐντεῦθεν δὲ τὰς δυνάμεις ἀπαγαγόντες πρὸς Βυζάντιον ἐπολιόρκουν τὴν πόλιν καὶ μετὰ πολλῆς σπουδῆς ἀποτειχίζειν ἐπεχείρησαν.

Ἀλκιβιάδης δὲ ἀθροίσας χρήματα πολλοὺς αὑτῷ τῶν Θρᾳκῶν ἔπεισε συστρατεῦσαι, παρέλαβε δὲ καὶ τοὺς Χερρόνησον οἰκοῦντας πανδημεί, καὶ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας πρῶτον μὲν Σηλυβρίαν διὰ προδοσίας εἷλεν, ἐξ ἧς πολλὰ χρήματα πραξάμενος ἐν μὲν ταύτῃ φρουρὰν κατέλιπεν, αὐτὸς δὲ διὰ τάχους ἧκε πρὸς τοὺς περὶ Θηραμένην εἰς Βυζάντιον.