Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
ὅταν οὖν βούλῃ ἀπολαβεῖν τοὺς εἰστρέχοντας πολεμίους, ταύτην ἀφιέναι ὀρθήν· καὶ αὐτή τέ τινας ἡ πύλη φερομένη διαφθερεῖ καὶ τοὺς πολεμίους σχήσει μὴ εἰσιέναι, ἅμα δὲ καὶ τῶν ἐπὶ τῷ τείχει βαλλόντων τοὺς πρὸς ταῖς πύλαις πολεμίους.
χρὴ δὲ τοῖς φίλοις ἀεὶ προειρῆσθαι, ἐάν ποτε αὐτοῖς πολέμιοι
συνεισπίπτωσιν, ὅπῃ τῆς πόλεως συναθροισθήσονται, ὅπως τῷ τόπῳ οἱ φίλοι διαγιγνώσκωνται· οὐ γὰρ ῥᾴδιον μιγάδας τε ὄντας μεθʼ ὅπλων καὶ μετὰ θορύβων συνεισπίπτοντας διαγιγνώσκεσθαι.ἤδη δὲ τοῖς θρασυνομένοις τε λίαν καὶ προσπελάζουσι τῷ τείχει ἐγγυτέρω τοῦ προσήκοντος νυκτὸς ἢ μεθʼ ἡμέραν, βρόχους ἡμέρας μὲν κρυφαίως κατεσκεύασαν νυκτὸς δὲ ἀκρύπτους, οἷς προκαλούμενοι ἀκροβολισμοῖς τὸν εἰσπεσόντα ἀνασπάσουσιν.
ἔστω δὲ ὁ μὲν βρόχος ὅπλου ὡς ἰσχυροτάτου, τὸ δὲ ἕλκον ἐπὶ δύο πήχεις ἅλυσις, τοῦ μὴ διατμηθῆναι· τὸ δʼ ἄλλο, ὅθεν ἕλκουσι, σχοίνου. ὅλος δὲ ἔσω κατακρέμαται καὶ ἀνασπᾶται ὅπλοις ἢ κηλωνείοις. οἱ δὲ πολέμιοι ἐὰν διατέμνειν ἐπιχειρῶσι, πρὸς ταῦτα πάλιν οἱ ἔσωθεν κηλωνείοις χρῶνται καθιέντες, ἵνα μὴ διατέμνηται· αἱ γὰρ ἁλύσεις πρὸς τὰ τοιαῦτα πραγματῶδες καὶ δυσμεταχείριστον, ἅμα δὲ καὶ ἀλυσιτελές.
Ἄν ᾖ ἡ πόλις μεγάλη καὶ μὴ ἱκανοὶ ὦσιν οἱ ἐν τῇ πόλει ἄνθρωποι περιίστασθαι ἐν κύκλῳ τὴν πόλιν, τοῖς δὲ ὑπάρχουσι θέλῃς αὐτὴν διαφυλάξαι, χρὴ τῆς πόλεως ὅσα ἂν ᾖ εὐπρόσοδα οἰκοδομεῖν ὕψη ἐκ τῶν ὑπαρχόντων, ἵνα, ἄν τινες τῶν πολεμίων ἢ λαθραίως ἢ βίᾳ ἀναβῶσιν, ἐν ἀπειρίᾳ
γενόμενοι μὴ δύνωνται καταπηδᾶν ἀφʼ ὑψηλῶν, ἅμα παντάπασι μὴ ἔχοντες ὅπῃ καταβαίνωσιν. παρὰ δὲ τὰ ᾠκοδομημένα ἔνθεν καὶ ἔνθεν φυλασσόντων ἐκ τῶν ὑπαρχόντων ἀνθρώπων, ἵνα τοὺς καταπηδῶντας ἀπὸ τῶν ὑψηλῶν διαφθείρωσιν.Διονύσιος δὲ πόλιν ὑποχείριον ποιησάμενος, ἀνδρῶν τῶν μὲν ἐν τῇ πόλει τεθνηκότων, τῶν δὲ πεφευγότων, ἠθέλησε κατασχεῖν· ἦν δὲ μείζων ἢ ὥστε ὑπʼ ὀλίγων φυλάσσεσθαι.
ἐπιμελητὰς μὲν οὖν τινὰς μετʼ ὀλίγων οὓς ἐνεδέχετο ἐπέστησε, τῶν δὲ ἐν τῇ πόλει τὰ μέγιστα δυναμένων τοῖς οἰκέταις συνῴκισεν τῶν δεσποτῶν τὰς θυγατέρας καὶ γυναῖκας καὶ ἀδελφάς· οὕτω γὰρ οὖν ᾤετο μάλιστα πολεμιωτάτους ἔσεσθαι τοῖς δεσπόταις καὶ αὑτῷ πιστοτέρους.
Σινωπεῖς δὲ πρὸς Δαταμᾶν πολεμοῦντες ἐπεὶ ἐν κινδύνῳ ἦσαν καὶ σπάνει ἀνδρῶν, τῶν γυναικῶν τὰ ἐπιεικέστατα σώματα μορφώσαντες καὶ ὁπλίσαντες ὡς ἐς ἄνδρας μάλιστα, ἀντὶ ὅπλων καὶ περικεφαλαίων τούς τε κάδους καὶ τὰ ὁμότροπα τούτοις δόντες χαλκώματα, περιῆγον τοῦ τείχους ᾗ μάλιστα οἱ πολέμιοι ὄψεσθαι ἔμελλον.
βάλλειν δὲ οὐκ εἴων αὐτάς· πόρρωθεν γὰρ κατάδηλος βάλλουσα γυνή. ποιοῦντες δὲ ταῦτα τοὺς αὐτομόλους ἐφύλασσον μὴ διαγγελθῇ.
Ἐὰν δὲ θέλῃς ἐπὶ τῷ τείχει περιόδους πλείους
φαίνεσθαι, χρὴ περιιέναι ἐπὶ δύο, ἔχοντας τὰ δόρατα τὸν ἕνα στίχον ἐπὶ τῷ ἀριστερῷ ὤμῳ, τὸν δʼ ἕτερον ἐπὶ τῷ δεξιῷ· καὶ οὕτω φανοῦνται εἰς τέσσαρας.ἐὰν δὲ κατὰ τρία περιίωσι, τὸν μὲν πρῶτον ἄνδρα ἐπὶ τῷ δεξιῷ ὤμῳ ἔχειν τὸ δόρυ, τὸν δʼ ἕτερον ἐπὶ τῷ ἀριστερῷ· καὶ οἱ ἄλλοι κατὰ ταὐτά. καὶ οὕτω φανοῦνται εἷς δύο.
Περὶ δὲ τροφῆς ἀσίτου καὶ ὧν σπάνις ἐν πολιορκίᾳ καὶ ὑδάτων ὡς δεῖ πότιμα ποιεῖν, ἐν τῇ Παρασκευαστικῇ βύβλῳ δεδήλωται. ἐπεὶ δὲ ταῦθʼ ἡμῖν εἴρηται, περὶ ναυτικῆς τάξεως δίειμι.
Ναυτικοῦ δὲ στρατεύματος δύο εἰσὶ στόλοι...