Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
χρὴ δύο ἁμαξῶν τοὺς ῥυμοὺς εἰς τὸ αὐτὸ δῆσαι, συμπετάσαντα κατὰ τὸ
ἕτερον μέρος τῆς ἁμάξης, ὅπως μετεωρισθῶσιν οἱ ῥυμοὶ εἰς τὸ αὐτὸ νεύοντες· ἔπειτα οὕτως ἐπισυνδεῖν ἄλλα ξύλα καὶ ῥίπους καὶ ἄλλα φράγματα ἐπάνω, ταῦτα δὲ πηλῷ καταλεῖψαι. ἔσται οὖν τοῦτο καὶ προσαγαγεῖν ὅπου βούλει τοὺς τροχοὺς καὶ ἀπαγαγεῖν, ὑπὸ δὲ τούτῳ τῷ φράγματι τοὺς ὑπορύσσοντας εἶναι.Ἐν δὲ ταῖς προσβολαῖς τῶν πολεμίων πρὸς τὸ τεῖχος μηχανήμασιν ἢ καὶ σώμασι χρὴ διατετάχθαι τοὺς ἐν τῇ πόλει μαχομένους τρία μέρη, ὅπως οἱ μὲν μάχωνται, οἱ δὲ ἀναπαύωνται, οἱ δὲ παρασκευάζωνται, καὶ νεοκμῆτες ἀεὶ ἐπὶ τοῦ τείχους ὦσιν.
δεῖ δέ τινας καὶ ἄλλους ἐπιλελεγμένους πλήθει πλείονι μετὰ τοῦ στρατηγοῦ ξυμπεριιέναι κύκλῳ τὸ τεῖχος, ἐπικουροῦντας ἀεί τινι πονουμένῳ μέρει· τὸ γὰρ ἐπιὸν μᾶλλον οἱ πολέμιοι φοβοῦνται τοῦ ὑπάρχοντος καὶ παρόντος ἤδη. τάς τε κύνας δεσμεῖν τὸν καιρὸν τοῦτον·
μετὰ γὰρ ὅπλων καὶ θορύβου τῶν ἀνθρώπων τρεχόντων κατὰ τὴν πόλιν δι’
ἀήθειαν ὁρμῶσαι αἱ κύνες ὀχλοῖεν ἂν προσκείμεναι.Τοῖς τε ἐπὶ τῷ τείχει μαχομένοις παραινεῖν οἷα ἑκάστῳ δεῖ, τοὺς μὲν ἐπαινοῦντα, τῶν δὲ δεόμενον· ὀργῇ δὲ μηδένα μετιέναι μηδὲ τῶν τυχόντων ἀνθρώπων·
ἀθυμότεροι γὰρ εἶεν ἄν. εἰ δέ τινας δεῖ μετιέναι ἀμελοῦντας καὶ ἀκοσμοῦντας, τοὺς τὰ πλεῖστα κεκτημένους καὶ ἐν τῇ πόλει δυνάμεως μάλιστα μετέχοντας· εἴη γὰρ ἄν τι τοιοῦτο καὶ τοῖς ἄλλοις παράδειγμα. ἐν οἷς καιροῖς ἕκαστα τούτων δεῖ παρεῖναι, ἐν τοῖς Ἀκούσμασι γέγραπται.
χερμάδια δὲ μὴ ἐπιτρέπειν ἀκαίρως ἀφιέναι, παρεσκευάσθαι δὲ ὅπως καὶ τὰ ἀφεθέντα ἐν τῇ ἡμέρᾳ ἐν νυκτὶ ἀναλέγηται ὧδε.
κατακρεμαννύειν χρὴ ἐν κοφίνοις ἄνδρας κατὰ τοῦ τείχεος οἵτινες ἀναλέξουσιν· τοὺς δὲ ἄνδρας χρὴ τοὺς ἀναλέξαντας τὰ χερμάδια ἀναβαίνειν εἰς τὸ τεῖχος, κατακρεμασθέντων δικτύων συείων ἢ ἐλαφείων ἢ ταῖς ἐκ τῶν σχοινίων κλίμαξι πεποιημέναις.
ταύτας δʼ ἴσας εἶναι τὸν ἀριθμὸν τοῖς ἀναλέγουσιν ἀνθρώποις, ὅπως, ἐάν τινες πονῶσιν, ταχὺ ἀναβαίνωσιν· πύλας γὰρ μὴ ἀνοίγεσθαι νυκτός, ἀλλὰ ταῖς τοιαύταις κλίμαξι χρῆσθαι καὶ ἄν τινα βούλησθε.
Χρὴ δὲ πολιορκουμένους καὶ τὰ τοιαῦτα τεχνάζειν. ἐν ταῖς πύλαις καὶ εἰς τὸ ἔσω μᾶλλον μέρος ὀρύξαντα τάφρον ἔνθεν καὶ ἔνθεν πάροδον λιπόντα, ἔπειτα ἐπεξελθόντας τινὰς ἀκροβολίζεσθαι καὶ προάγειν τῶν πολεμίων ὥστε συνεισδραμεῖν εἰς τὴν πόλιν.
τοὺς μὲν οὖν ἐκ τῆς πόλεως καταφεύγοντας εἰς τὴν πόλιν χρὴ ἔνθεν καὶ ἔνθεν παρὰ τὰς λελειμμένας παρόδους εἰστρέχειν· τοὺς δὲ τῶν πολεμίων συνειστρέχοντας εἰκός ἐστι, μὴ προειδότας τὴν τάφρον, ἅμα τε καὶ κεκρυμμένης οὔσης, εἰσπίπτειν καὶ φθείρεσθαι ὑπὸ τῶν ἔσω τῆς πόλεως ἐν τῷ καιρῷ τούτῳ· τούτων δʼ εἶναι συντεταγμένους τινὰς ἐν ταῖς διόδοις καὶ πρὸς τοῖς ὀρύγμασι τῶν πυλῶν χώραις.
ἐὰν δὲ πλείονες τῶν πολεμίων ἐπεισφέρωνται καὶ βούλῃ αὐτοὺς κατέχειν, χρὴ ἡτοιμάσθαι ἄνωθεν ἀπὸ τοῦ μεσοπύλου πύλην ξύλων ὡς παχυτάτων καὶ σεσιδηρῶσθαι αὐτήν.